See Hebrew/Greek in BSB →
Repent or Perish
13Verse 1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμαΠιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.Verse 2Καὶ ἀποκριθεὶςὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτιτοιαῦτα πεπόνθασιν;Verse 3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντεςὡσαύτως ἀπολεῖσθε.Verse 4Ἢ ἐκεῖνοι οἱδέκα καὶ ὀκτώ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτιοὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάνταςἀνθρώπους τοὺς κατοικοῦνταςἐν Ἱερουσαλήμ;Verse 5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴμετανοῆτε, πάντεςὁμοίως ἀπολεῖσθε.The Parable of the Barren Fig Tree
Verse 6Ἔλεγε δὲ ταύτην τὴν παραβολήν·Συκῆν εἶχέ τιςἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθεζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.Verse 7Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρίαἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω·ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;Verse 8Ὁ δὲ ἀποκριθεὶςλέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλωκόπρια·Verse 9κἂν μὲν ποιήσῃ καρπόν·εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.Jesus Heals a Disabled Woman
Verse 10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι·Verse 11καὶ ἰδού, γυνὴἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτηδέκα καὶ ὀκτώ, καὶ ἦνσυγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.Verse 12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ,Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.Verse 13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν.Verse 14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐνταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.Verse 15Ἀπεκρίθηοὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν,Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶἀπαγαγὼν ποτίζει;Verse 16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;Verse 17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖςγινομένοις ὑπ᾽ αὐτοῦ.The Parable of the Mustard Seed
Verse 18Ἔλεγεδέ,Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;Verse 19Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρονμέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.The Parable of the Leaven
Verse 20Πάλιν εἶπε,Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;Verse 21Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.The Narrow Gate
Verse 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰςἹερουσαλήμ.Verse 23Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς,Verse 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆςπύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.Verse 25Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε,Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·Verse 26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.Verse 27Καὶ ἐρεῖ,Λέγω ὑμῖν, οὐκ οἶδαὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντεςοἱ ἐργάται τῆς ἀδικίας.Verse 28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅτανὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.Verse 29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶβορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.The Lament over Jerusalem
Verse 31Ἐν αὐτῇ τῇἡμέρᾳπροσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.Verse 32Καὶ εἶπεν αὐτοῖς,Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσειςἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.Verse 33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.Verse 34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.Verse 35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶνἔρημος.Λέγω δὲ ὑμῖνὅτι οὐ μήμε ἴδητε ἕωςἂν ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.