Tools
Commentary

Luke 14 — TCG

See Hebrew/Greek in BSB →

A Man with Dropsy Healed on the Sabbath

14Verse 1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων+τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.Verse 2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.Verse 3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων,+Εἰ ἔξεστι τῷ σαββάτῳ+θεραπεύειν;Verse 4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσε.Verse 5Καὶ+ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε,Τίνος ὑμῶν+υἱὸς ἢ βοῦς εἰς φρέαρ+ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν+τῇ ἡμέρᾳ τοῦ σαββάτου;Verse 6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι+αὐτῷ πρὸς ταῦτα.

The Parable of the Guests at the Wedding Feast

Verse 7Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς,Verse 8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε+ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,Verse 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ+σοι, Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ+μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.Verse 10Ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς+ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς σε,+εἴπῃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον+τῶν συνανακειμένων σοι.Verse 11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.Verse 12Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν,Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί+σε ἀντικαλέσωσι, καὶ+γένηταί+σοι ἀνταπόδομα.Verse 13Ἀλλ᾽ ὅταν+ποιῇς δοχήν, κάλει πτωχούς,+ἀναπήρους, χωλούς, τυφλούς·Verse 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

The Parable of the Great Banquet

Verse 15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος,+ὃς φάγεται+ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 16Ὁ δὲ εἶπεν αὐτῷ,Ἄνθρωπός τις+ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς·Verse 17καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι+πάντα.Verse 18Καὶ ἤρξαντο ἀπὸ μιᾶς+παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην+ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.Verse 19Καὶ ἕτερος εἶπε, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.Verse 20Καὶ ἕτερος εἶπε, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.Verse 21Καὶ παραγενόμενος ὁ δοῦλος+ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ+ἀναπήρους καὶ+χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε.Verse 22Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν+ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί.Verse 23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ+ὁ οἶκός μου.Verse 24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.+Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

The Cost of Discipleship

Verse 25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπε πρὸς αὐτούς,Verse 26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ+μισεῖ τὸν πατέρα+αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι+δὲ καὶ τὴν+ἑαυτοῦ ψυχήν, οὐ δύναταί+μου μαθητὴς εἶναι.Verse 27+Καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν+αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται+εἶναί μου μαθητής.Verse 28Τίς γὰρ ἐξ ὑμῶν,+ὁ θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει+τὰ+εἰς ἀπαρτισμόν;Verse 29Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ+ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται+ἐμπαίζειν αὐτῷ,Verse 30λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.Verse 31Ἢ τίς βασιλεὺς πορευόμενος+συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ+καθίσας πρῶτον+βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα+χιλιάσιν+ἀπαντῆσαι τῷ μετὰ εἴκοσι+χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;Verse 32Εἰ δὲ μήγε, ἔτι+πόρρω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ+τὰ πρὸς εἰρήνην.Verse 33Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί+μου εἶναι μαθητής.

Salt Without Flavor is Worthless

Verse 34+Καλὸν τὸ ἅλας· ἐὰν+δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;Verse 35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?