Luke 13 — TCG See Hebrew/Greek in BSB → Repent or Perish13Verse 1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα+Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.Verse 2Καὶ ἀποκριθεὶς+ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι+τοιαῦτα πεπόνθασιν;Verse 3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες+ὡσαύτως ἀπολεῖσθε.Verse 4Ἢ ἐκεῖνοι οἱ+δέκα καὶ ὀκτώ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι+οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας+ἀνθρώπους τοὺς κατοικοῦντας+ἐν Ἱερουσαλήμ;Verse 5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ+μετανοῆτε, πάντες+ὁμοίως ἀπολεῖσθε.The Parable of the Barren Fig TreeVerse 6Ἔλεγε δὲ ταύτην τὴν παραβολήν·Συκῆν εἶχέ τις+ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθε+ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.Verse 7Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία+ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω·+ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;Verse 8Ὁ δὲ ἀποκριθεὶς+λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω+κόπρια·Verse 9κἂν μὲν ποιήσῃ καρπόν·+εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.Jesus Heals a Disabled WomanVerse 10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι·Verse 11καὶ ἰδού, γυνὴ+ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη+δέκα καὶ ὀκτώ, καὶ ἦν+συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.Verse 12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ,Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.Verse 13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν.Verse 14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ+ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν+ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.Verse 15Ἀπεκρίθη+οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν,+Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ+ἀπαγαγὼν ποτίζει;Verse 16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;Verse 17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς+γινομένοις ὑπ᾽ αὐτοῦ.The Parable of the Mustard SeedVerse 18Ἔλεγε+δέ,Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;Verse 19Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον+μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.The Parable of the LeavenVerse 20+Πάλιν εἶπε,Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;Verse 21Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ+ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.The Narrow GateVerse 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς+Ἱερουσαλήμ.Verse 23Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς,Verse 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς+πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.Verse 25Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε,+Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·Verse 26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.Verse 27Καὶ ἐρεῖ,+Λέγω ὑμῖν, οὐκ οἶδα+ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες+οἱ ἐργάται τῆς ἀδικίας.Verse 28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν+ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.Verse 29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ+βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.The Lament over JerusalemVerse 31Ἐν αὐτῇ τῇ+ἡμέρᾳ+προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.Verse 32Καὶ εἶπεν αὐτοῖς,Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις+ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.Verse 33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.Verse 34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ+ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.Verse 35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν+ἔρημος.+Λέγω δὲ ὑμῖν+ὅτι οὐ μή+με ἴδητε ἕως+ἂν ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Chapter 12 Chapter 14
Luke 13 — TCG
See Hebrew/Greek in BSB →
Repent or Perish
13Verse 1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα+Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.Verse 2Καὶ ἀποκριθεὶς+ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι+τοιαῦτα πεπόνθασιν;Verse 3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες+ὡσαύτως ἀπολεῖσθε.Verse 4Ἢ ἐκεῖνοι οἱ+δέκα καὶ ὀκτώ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι+οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας+ἀνθρώπους τοὺς κατοικοῦντας+ἐν Ἱερουσαλήμ;Verse 5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ+μετανοῆτε, πάντες+ὁμοίως ἀπολεῖσθε.The Parable of the Barren Fig Tree
Verse 6Ἔλεγε δὲ ταύτην τὴν παραβολήν·Συκῆν εἶχέ τις+ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθε+ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.Verse 7Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία+ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω·+ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;Verse 8Ὁ δὲ ἀποκριθεὶς+λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω+κόπρια·Verse 9κἂν μὲν ποιήσῃ καρπόν·+εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.Jesus Heals a Disabled Woman
Verse 10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι·Verse 11καὶ ἰδού, γυνὴ+ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη+δέκα καὶ ὀκτώ, καὶ ἦν+συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.Verse 12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ,Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.Verse 13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν.Verse 14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ+ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν+ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.Verse 15Ἀπεκρίθη+οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν,+Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ+ἀπαγαγὼν ποτίζει;Verse 16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;Verse 17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς+γινομένοις ὑπ᾽ αὐτοῦ.The Parable of the Mustard Seed
Verse 18Ἔλεγε+δέ,Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;Verse 19Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον+μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.The Parable of the Leaven
Verse 20+Πάλιν εἶπε,Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;Verse 21Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ+ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.The Narrow Gate
Verse 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς+Ἱερουσαλήμ.Verse 23Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς,Verse 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς+πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.Verse 25Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε,+Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·Verse 26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.Verse 27Καὶ ἐρεῖ,+Λέγω ὑμῖν, οὐκ οἶδα+ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες+οἱ ἐργάται τῆς ἀδικίας.Verse 28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν+ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.Verse 29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ+βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.The Lament over Jerusalem
Verse 31Ἐν αὐτῇ τῇ+ἡμέρᾳ+προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.Verse 32Καὶ εἶπεν αὐτοῖς,Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις+ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.Verse 33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.Verse 34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ+ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.Verse 35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν+ἔρημος.+Λέγω δὲ ὑμῖν+ὅτι οὐ μή+με ἴδητε ἕως+ἂν ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.