See Hebrew/Greek in BSB →
Beware of the Leaven of the Pharisees
12Verse 1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου,ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον,Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμηςτῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.Verse 2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.Verse 3Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.Fear God Alone
Verse 4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶνἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.Verse 5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναιἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.Verse 6Οὐχὶ πέντε στρουθίαπωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.Verse 7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴοὖν φοβεῖσθε·πολλῶν στρουθίων διαφέρετε.Acknowledging Christ
Verse 8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂνὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·Verse 9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.Verse 10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.Verse 11Ὅταν δὲπροσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴμεριμνᾶτε πῶς ἢ τίἀπολογήσησθε, ἢ τί εἴπητε·Verse 12τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.The Parable of the Rich Fool
Verse 13Εἶπε δέ τιςαὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαιμετ᾽ ἐμοῦ τὴν κληρονομίαν.Verse 14Ὁ δὲ εἶπεν αὐτῷ,Ἄνθρωπε, τίς με κατέστησεδικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;Verse 15Εἶπε δὲ πρὸς αὐτούς,Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸτῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴαὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντωναὐτοῦ.Verse 16Εἶπε δὲ παραβολὴν πρὸς αὐτούς, λέγων,Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·Verse 17καὶ διελογίζετο ἐνἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;Verse 18Καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντατὰ γενήματά μου καὶ τὰ ἀγαθά μου.Verse 19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.Verse 20Εἶπε δὲ αὐτῷ ὁ Θεός,Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σουἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;Verse 21Οὕτως ὁ θησαυρίζωνἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.Do Not Be Anxious
Verse 22Εἶπε δὲ πρὸς τοὺς μαθητὰςαὐτοῦ,Διὰ τοῦτοὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇὑμῶν, τί φάγητε· μηδὲ τῷσώματι, τίἐνδύσησθε.Verse 23Ἡ ψυχὴπλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.Verse 24Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;Verse 25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναταιπροσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυνἕνα;Verse 26Εἰ οὖνοὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;Verse 27Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγωδὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.Verse 28Εἰ δὲτὸν χόρτον ἐν τῷ ἀγρῷσήμερον ὄντα, καὶ αὔριον εἰςκλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτωςἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;Verse 29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε,ἢ τί πίητε· καὶ μὴ μετεωρίζεσθε.Verse 30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμουἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.Verse 31Πλὴν ζητεῖτε τὴν βασιλείαντοῦ Θεοῦ, καὶ ταῦταπάντα προστεθήσεται ὑμῖν.Verse 32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.Verse 33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖςβαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει·Verse 34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.Be Ready
Verse 35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι·Verse 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότεἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.Verse 37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.Verse 38Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσινοἱ δοῦλοι ἐκεῖνοι.Verse 39Τοῦτο δὲγινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται,ἐγρηγόρησεν ἄν, καὶ οὐκἂν ἀφῆκεδιορυγῆναι τὸν οἶκον αὐτοῦ.Verse 40Καὶ ὑμεῖςοὖνγίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.Verse 41Εἶπε δὲαὐτῷ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;Verse 42Εἶπε δὲ ὁ Κύριος,Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμοςκαὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷτὸ σιτομέτριον;Verse 43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσειποιοῦντα οὕτως.Verse 44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.Verse 45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι·Verse 46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐγινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.Verse 47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίουἑαυτοῦ, καὶ μὴ ἑτοιμάσαςμηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·Verse 48ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.Not Peace, but Division
Verse 49Πῦρ ἦλθον βαλεῖνεἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;Verse 50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕωςοὗ τελεσθῇ.Verse 51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.Verse 52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐνοἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισί.Verse 53Διαμερισθήσεται πατὴρἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶθυγατρί, καὶ θυγάτηρ ἐπὶμητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰναὐτῆς.Interpreting the Present Time
Verse 54Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις,Ὅταν ἴδητετὴν νεφέλην ἀνατέλλουσανἀπὸ δυσμῶν, εὐθέωςλέγετε, Ὄμβρος ἔρχεται· καὶγίνεται οὕτω.Verse 55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶγίνεται.Verse 56Ὑποκριταί, τὸ πρόσωποντῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸνδὲ καιρὸν τοῦτον πῶςοὐ δοκιμάζετε;Settle with Your Adversary
Verse 57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;Verse 58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σεπαραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρσε βάλῃ εἰς φυλακήν.Verse 59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕωςοὗ καὶτὸν ἔσχατον λεπτὸν ἀποδῷς.