Tools
Commentary

Revelation 5 — TCG

See Hebrew/Greek in BSB →

The Scroll and the Lamb

5Verse 1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ+ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.Verse 2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα+ἐν φωνῇ μεγάλῃ, Τίς+ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;Verse 3Καὶ οὐδεὶς+ἐδύνατο ἐν τῷ οὐρανῷ+ἄνω+οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον+οὔτε βλέπειν αὐτό.Verse 4Καὶ+ἐγὼ ἔκλαιον+πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη+ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.Verse 5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων+ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα+Δαυίδ,+ὁ ἀνοίγων τὸ βιβλίον+καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.Verse 6Καὶ+εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον+ἑστηκὸς ὡς ἐσφαγμένον,+ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά,+ἅ εἰσι τὰ+ἑπτὰ πνεύματα τοῦ Θεοῦ+ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.Verse 7Καὶ ἦλθε καὶ+εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.Verse 8Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ+τέσσαρα ζῷα καὶ οἱ+εἴκοσι τέσσαρες πρεσβύτεροι+ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος+κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι+προσευχαὶ τῶν ἁγίων.Verse 9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες,
Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης καὶ ἠγόρασας+τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
Verse 10καὶ ἐποίησας+αὐτοὺς τῷ Θεῷ ἡμῶν+βασιλεῖς καὶ ἱερεῖς,
καὶ+βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
Verse 11Καὶ εἶδον, καὶ ἤκουσα+ὡς φωνὴν ἀγγέλων πολλῶν+κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων.+Καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,Verse 12λέγοντες φωνῇ μεγάλῃ,
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον
λαβεῖν τὴν δύναμιν καὶ+τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν
καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Verse 13Καὶ πᾶν κτίσμα+ὃ ἐν τῷ οὐρανῷ καὶ+ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης+ἐστί, καὶ τὰ ἐν αὐτοῖς—+πάντας ἤκουσα λέγοντας,
Τῷ καθημένῳ ἐπὶ+τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ
ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.+Ἀμήν·
Verse 14καὶ τὰ+τέσσαρα ζῷα+λέγοντα+τὸ ἀμήν. Καὶ οἱ+πρεσβύτεροι+ἔπεσον καὶ+προσεκύνησαν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?