Revelation 4 — TCG
Worship in Heaven
4Verse 1Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα+ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ,+λέγων,Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.Verse 2+Εὐθέως ἐγενόμην ἐν πνεύματι, καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ+τὸν θρόνον καθήμενος,Verse 3+ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ+σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου+ὁμοίως ὅρασις σμαραγδίνων.Verse 4+Κυκλόθεν τοῦ θρόνου+θρόνοι+εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους+τοὺς+εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους+ἐν ἱματίοις λευκοῖς,+καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.Verse 5Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ+φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου+αὐτοῦ,+αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ Θεοῦ·Verse 6καὶ ἐνώπιον τοῦ θρόνου+ὡς θάλασσα ὑαλίνη ὁμοία+κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου+τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.Verse 7Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον+ἔχον+πρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτον+ζῷον ὅμοιον ἀετῷ+πετομένῳ·Verse 8+καὶ+τέσσαρα ζῷα, ἓν καθ᾽+ἓν+ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν+γέμουσιν ὀφθαλμῶν. Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός,+λέγοντες,+Ἅγιος, ἅγιος, ἅγιος,
Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ,
ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.Verse 9Καὶ ὅταν+δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ+τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,Verse 10πεσοῦνται οἱ+εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ+προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ+βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες,Verse 11Ἄξιος εἶ,+ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, ὁ ἅγιος,
λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,
ὅτι σὺ ἔκτισας+πάντα,
καὶ διὰ τὸ θέλημά σου+ἦσαν καὶ ἐκτίσθησαν.