See Hebrew/Greek in BSB →
The Letter to the Church in Sardis
3Verse 1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτιὄνομα ἔχειςκαὶ ζῇς, καὶ νεκρὸς εἶ.Verse 2Γίνου γρηγορῶν, καὶστήρισον τὰ λοιπὰ ἃἔμελλες ἀποβάλλειν, οὐ γὰρ εὕρηκά σουτὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦμου.Verse 3Μνημόνευε οὖν πῶς εἴληφαςκαὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξωἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴγνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.Verse 4Ἀλλ᾽ὀλίγα ἔχεις ὀνόματαἐν Σάρδεσινἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.Verse 5Ὁ νικῶν,οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.Verse 6Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.The Letter to the Church in Philadelphia
Verse 7Καὶ τῷ ἀγγέλῳ τῆς ἐνΦιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴνκλεῖν τοῦΔαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶςκλείσει αὐτὴν εἰ μὴ ὁ ἀνοίγων, καὶ οὐδεὶς ἀνοίξει·Verse 8Οἶδά σου τὰ ἔργα—ἰδού, δέδωκα ἐνώπιόν σου θύρανἀνεῳγμένην,ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν—ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.Verse 9Ἰδού,δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται—ἰδού, ποιήσω αὐτοὺς ἵναἥξωσι καὶπροσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτιἠγάπησά σε.Verse 10Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.Verse 11Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.Verse 12Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου τῆς καινῆς Ἱερουσαλὴμἣ καταβαίνειἀπὸ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸὄνομα τὸ καινόν.Verse 13Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.The Letter to the Church in Laodicea
Verse 14Καὶ τῷ ἀγγέλῳ τῆςἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·Verse 15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός·ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.Verse 16Οὕτως ὅτι χλιαρὸς εἶ καὶοὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.Verse 17Ὅτιλέγεις, Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶοὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶὁἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,Verse 18συμβουλεύω σοι ἀγοράσαιχρυσίον παρ᾽ ἐμοῦ πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶκολλύριονἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.Verse 19Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω·ζήλευε οὖν καὶ μετανόησον.Verse 20Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν,καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.Verse 21Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.Verse 22Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.