Tools
Commentary

Revelation 2 — TCG

See Hebrew/Greek in BSB →

The Letter to the Church in Ephesus

2Verse 1Τῷ ἀγγέλῳ+τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν+χρυσῶν·Verse 2Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον+σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ+ἐπείρασας τοὺς+λέγοντας ἑαυτοὺς+ἀποστόλους εἶναι καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς·Verse 3καὶ+ὑπομονὴν ἔχεις καὶ ἐβάστασας+διὰ τὸ ὄνομά μου,+καὶ οὐκ ἐκοπίασας.Verse 4+Ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην+ἀφῆκας.Verse 5Μνημόνευε οὖν πόθεν+πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι+ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.Verse 6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.Verse 7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω+αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν+τῷ παραδείσῳ τοῦ Θεοῦ+μου.

The Letter to the Church in Smyrna

Verse 8Καὶ τῷ ἀγγέλῳ+τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος,+ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·Verse 9Οἶδά σου+τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν—+ἀλλὰ πλούσιος εἶ—καὶ τὴν βλασφημίαν+ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.Verse 10+Μηδὲν φοβοῦ ἃ μέλλεις+παθεῖν· ἰδοὺ+δή, μέλλει+βαλεῖν+ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ+ἕξετε θλίψιν+ἡμέρας δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.Verse 11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

The Letter to the Church in Pergamum

Verse 12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·Verse 13Οἶδα+τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου+ἐν ταῖς ἡμέραις+αἷς+Ἀντίπας ὁ μάρτυς μου ὁ+πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου+ὁ Σατανᾶς κατοικεῖ.Verse 14+Ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς+ἐδίδαξε+τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ+καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.Verse 15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν+Νικολαϊτῶν+ὁμοίως.Verse 16Μετανόησον+οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.Verse 17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ+τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς+οἶδεν εἰ μὴ ὁ λαμβάνων.

The Letter to the Church in Thyatira

Verse 18Καὶ τῷ ἀγγέλῳ+τῆς ἐν+Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·Verse 19Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν+πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου+τὰ ἔσχατα πλείονα τῶν πρώτων.Verse 20+Ἀλλὰ ἔχω κατὰ σοῦ+ὅτι+ἀφεῖς τὴν γυναῖκά+σου+Ἰεζάβελ,+ἣ λέγει ἑαυτὴν προφῆτιν+καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ+φαγεῖν εἰδωλόθυτα.Verse 21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ,+καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.Verse 22Ἰδού,+βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ+μετανοήσωσιν ἐκ τῶν ἔργων+αὐτῆς·Verse 23καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. Καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ+ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.Verse 24Ὑμῖν δὲ λέγω+τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην,+οἵτινες οὐκ ἔγνωσαν τὰ+βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν· οὐ+βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος,Verse 25πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ+ἂν ἥξω.Verse 26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,Verse 27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ+κεραμικὰ+συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου.Verse 28Καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.Verse 29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?