See Hebrew/Greek in BSB →
Prologue
1Verse 1Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦἸωάννῃ,Verse 2ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ,ὅσαεἶδε.Verse 3Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.Greeting to the Seven Churches
Verse 4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸΘεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων,ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ·Verse 5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκοςτῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷἀγαπῶντι ἡμᾶς καὶλούσαντι ἡμᾶςἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,Verse 6καὶ ἐποίησεν ἡμᾶςβασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ—αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀμήν.Verse 7Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.Verse 8Ἐγώ εἰμι τὸἌλφα καὶ τὸὮ,λέγειΚύριος ὁ Θεός,ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.John's Vision of Christ
Verse 9ἘγὼἸωάννης, ὁἀδελφὸς ὑμῶν καὶκοινωνὸς ἐν τῇ θλίψει καὶβασιλείᾳ καὶ ὑπομονῇἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶδιὰ τὴν μαρτυρίαν ἸησοῦΧριστοῦ.Verse 10Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσαφωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγοςVerse 11λεγούσης,Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖςἑπτὰἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶεἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰςΦιλαδέλφειαν καὶ εἰςΛαοδίκειαν.Verse 12Καὶἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτιςἐλάλει μετ᾽ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶςVerse 13καὶ ἐν μέσῳ τῶνἑπτὰ λυχνιῶν ὅμοιονυἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖςμαστοῖς ζώνηνχρυσῆν.Verse 14Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί,καὶ ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·Verse 15καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳπεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν·Verse 16καὶ ἔχων ἐν τῇ δεξιᾷαὐτοῦ χειρὶ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.Verse 17Καὶ ὅτε εἶδον αὐτόν,ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. Καὶἔθηκε τὴν δεξιὰναὐτοῦ ἐπ᾽ ἐμέ,λέγων,Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατοςVerse 18καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν. Καὶ ἔχω τὰςκλεῖδας τοῦΘανάτου καὶ τοῦ ᾍδου.Verse 19Γράψονοὖν ἃ εἶδες καὶ ἅ εἰσι καὶ ἃ μέλλειγίνεσθαι μετὰ ταῦτα.Verse 20Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρωνὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱλυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσί.