Revelation 19 — TCG
Heaven Rejoices over Babylon
19Verse 1+Μετὰ ταῦτα ἤκουσα+ὡς+φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ+λεγόντων,Ἁλληλούϊα·
ἡ σωτηρία καὶ ἡ+δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν,
Verse 2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,
ἥτις+διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ+χειρὸς αὐτῆς.Verse 3Καὶ δεύτερον+εἴρηκεν,
Ἁλληλούϊα·
καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 4Καὶ+ἔπεσον οἱ+πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ+τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ+τῷ θρόνῳ, λέγοντες, Ἀμήν· ἁλληλούϊα.Verse 5Καὶ φωνὴ+ἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα,
Αἰνεῖτε+τὸν Θεὸν ἡμῶν
πάντες οἱ δοῦλοι αὐτοῦ
+καὶ οἱ φοβούμενοι αὐτόν,
+οἱ μικροὶ καὶ οἱ μεγάλοι.Verse 6Καὶ ἤκουσα+ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν,+λέγοντες,
Ἁλληλούϊα,
ὅτι ἐβασίλευσε+Κύριος
ὁ Θεὸς+ἡμῶν ὁ παντοκράτωρ.
Verse 7Χαίρωμεν καὶ+ἀγαλλιώμεθα
καὶ+δῶμεν τὴν δόξαν+αὐτῷ,
ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου,
καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
Verse 8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται
βύσσινον+λαμπρὸν καὶ καθαρόν·
τὸ γὰρ βύσσινον τὰ δικαιώματα+τῶν ἁγίων ἐστί.Verse 9Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς+τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ+τοῦ Θεοῦ εἰσι.Verse 10Καὶ+ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν+Ἰησοῦ. Τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία+τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.