Tools
Commentary

Revelation 18 — TCG

See Hebrew/Greek in BSB →

The Fall of Babylon the Great

18Verse 1+Μετὰ ταῦτα εἶδον+ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.Verse 2Καὶ ἔκραξεν+ἰσχυρᾷ φωνῇ, λέγων,
+Ἔπεσε Βαβυλὼν ἡ μεγάλη,
καὶ ἐγένετο κατοικητήριον+δαιμόνων
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ+φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
Verse 3ὅτι ἐκ τοῦ+οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
+πεπτώκασι πάντα τὰ ἔθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Verse 4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,
+Ἔξελθε+ἐξ αὐτῆς ὁ λαός μου,
ἵνα μὴ+συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,
+καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
Verse 5ὅτι+ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν+αὐτῆς ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
Verse 6Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ+ἀπέδωκε,
καὶ διπλώσατε+τὰ διπλᾶ, ὡς καὶ αὐτή, καὶ κατὰ τὰ ἔργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ+αὐτῆς ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
Verse 7Ὅσα ἐδόξασεν+αὐτὴν καὶ ἐστρηνίασε,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν+καὶ πένθος·
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει+ὅτι
Κάθημαι βασίλισσα
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἴδω.
Verse 8Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—
θάνατος,+πένθος, καὶ λιμός·
καὶ ἐν πυρὶ κατακαυθήσεται,
ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ+κρίνας αὐτήν.
Verse 9Καὶ+κλαύσουσι καὶ κόψονται ἐπ᾽+αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,Verse 10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες,
Οὐαί,+οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά,
ὅτι+μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
Verse 11Καὶ οἱ ἔμποροι τῆς γῆς+κλαύσουσι καὶ πενθήσουσιν+ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,Verse 12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ+μαργαρίτου καὶ+βυσσίνου καὶ+πορφυροῦ καὶ+σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,Verse 13καὶ+κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ+οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ+πρόβατα καὶ κτήνη, καὶ ἵππων καὶ+ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
Verse 14Καὶ ἡ ὀπώρα+τῆς ἐπιθυμίας τῆς ψυχῆς σου
+ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ
+ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι+αὐτὰ οὐ μὴ εὕρῃς.
Verse 15Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς+καὶ κλαίοντες καὶ πενθοῦντες,Verse 16+λέγοντες,
Οὐαί,+οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη+βύσσον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ κεχρυσωμένη+χρυσίῳ
καὶ λίθῳ τιμίῳ καὶ+μαργαρίταις,
Verse 17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς+ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
Verse 18καὶ+ἔκραζον,+βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες,
Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
Verse 19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ+ἔκραζον, κλαίοντες καὶ πενθοῦντες+καὶ λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες+τὰ πλοῖα ἐν τῇ θαλάσσῃ
ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
Verse 20Εὐφραίνου ἐπ᾽+αὐτῇ, οὐρανέ,
καὶ οἱ ἅγιοι+καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
Verse 21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς+μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων,
+Οὕτως ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
Verse 22Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
Verse 23καὶ φῶς λύχνου
οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
+ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ+φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
Verse 24Καὶ ἐν αὐτῇ+αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?