See Hebrew/Greek in BSB →
Satan Bound for a Thousand Years
20Verse 1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴνκλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.Verse 2Καὶ ἐκράτησε τὸν δράκοντα,τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶὁ Σατανᾶς,ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.Verse 3Καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴπλανᾷἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇτὰ χίλια ἔτη.Μετὰ ταῦτα δεῖλυθῆναι αὐτὸν μικρὸν χρόνον.Verse 4Καὶ εἶδον θρόνους—καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς—καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαντὸ θηρίονοὐδὲτὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶτὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰτοῦ Χριστοῦτὰ χίλια ἔτη.Verse 5Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.Verse 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁδεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσιμετ᾽ αὐτοῦχίλια ἔτη.Satan Thrown into the Lake of Fire
Verse 7Καὶμετὰ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,Verse 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶτὸν Μαγώγ,συναγαγεῖν αὐτοὺς εἰςτὸν πόλεμον, ὧν ὁ ἀριθμὸςαὐτῶνὡς ἡ ἄμμος τῆς θαλάσσης.Verse 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην, καὶ κατέβηπῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς.Verse 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸςκαὶ θείου, ὅπουκαὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Judgment Before the Great White Throne
Verse 11Καὶ εἶδον θρόνονμέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽αὐτόν, οὗ ἀπὸπροσώπου ἔφυγενἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.Verse 12Καὶ εἶδον τοὺς νεκρούς,τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦθρόνου. Καὶ βιβλίαἤνοιξαν, καὶἄλλο βιβλίονἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.Verse 13Καὶ ἔδωκεν ἡ θάλασσα τοὺςνεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺςνεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργααὐτοῦ.Verse 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.Verse 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐντῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.