See Hebrew/Greek in BSB →
The Great Prostitute and the Beast
17Verse 1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησε μετ᾽ ἐμοῦ,λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶτῶν ὑδάτων τῶν πολλῶν,Verse 2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησανοἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.Verse 3Καὶ ἀπήνεγκέ με εἰς ἔρημονἐν πνεύματι. Καὶ εἶδον γυναῖκα καθημένην ἐπὶθηρίον τὸ κόκκινονγέμονὀνόματα βλασφημίας,ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.Verse 4Καὶ ἡ γυνὴἦν περιβεβλημένηπορφυροῦν καὶκόκκινον,κεχρυσωμένηχρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσαποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶτὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,Verse 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.Verse 6Καὶεἶδον τὴν γυναῖκα μεθύουσαντοῦ αἵματος τῶν ἁγίων,ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτὴν, θαῦμα μέγα.Verse 7Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.Verse 8Τὸ θηρίον ὃ εἶδες ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειανὑπάγειν. Καὶθαυμάσονται οἱ κατοικοῦντεςτὴν γῆν, ὧν οὐ γέγραπταιτὸ ὄνομα ἐπὶτοῦ βιβλίου τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου,βλεπόντωνὅτι ἦν τὸ θηρίον, καὶ οὐκ ἔστι,καὶ παρέσται.Verse 9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν· αἱ ἑπτὰ κεφαλαὶἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν.Verse 10Καὶ βασιλεῖςεἰσιν ἑπτά· οἱ πέντεἔπεσον,ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ ὀλίγονδεῖ αὐτὸν μεῖναι.Verse 11Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶοὗτος ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.Verse 12Καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον,ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.Verse 13Οὗτοι μίανἔχουσι γνώμην, καὶ τὴν δύναμιν καὶἐξουσίαναὐτῶν τῷ θηρίῳδιδόασιν.Verse 14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.Verse 15Καὶ λέγει μοι, Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.Verse 16Καὶ τὰ δέκα κέρατα ἃ εἶδεςκαὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶἠρημωμένην ποιήσουσιν αὐτὴνκαὶ γυμνὴν ποιήσουσιν αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.Verse 17Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦκαὶ ποιῆσαι γνώμην μίαν καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχριτελεσθῶσινοἱ λόγοι τοῦ Θεοῦ.Verse 18Καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέωνἐπὶ τῆς γῆς.