Tools
Commentary

Revelation 14 — TCG

See Hebrew/Greek in BSB →

The Song of the 144,000

14Verse 1Καὶ εἶδον, καὶ ἰδού,+τὸ ἀρνίον+ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ+ἀριθμὸς+ρμδ΄ χιλιάδες, ἔχουσαι+τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.Verse 2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ+ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.Verse 3Καὶ+ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ+οὐδεὶς+ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ+ρμδ΄ χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.Verse 4Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. Οὗτοί+εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου+ἐὰν+ὑπάγῃ. Οὗτοι+ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ.Verse 5Καὶ+οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος, ἄμωμοι+γάρ+εἰσι.

The Messages of the Three Angels

Verse 6Καὶ εἶδον+ἄγγελον+πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον+εὐαγγελίσαι+τοὺς+καθημένους ἐπὶ τῆς γῆς καὶ+ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,Verse 7+λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν+Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε+αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ+τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.Verse 8Καὶ ἄλλος+δεύτερος ἄγγελος ἠκολούθησε λέγων,+Ἔπεσε Βαβυλὼν+ἡ μεγάλη·+ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας+αὐτῆς πεπότικε πάντα+τὰ ἔθνη.Verse 9Καὶ+ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις+προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει+χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,Verse 10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον+τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.Verse 11Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν+εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.Verse 12Ὧδε+ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν,+οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν+Ἰησοῦ.Verse 13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ+λεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι.+Λέγει, Ναὶ, τὸ πνεῦμα, ἵνα+ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν, τὰ+δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.

The Harvest of the Earth

Verse 14Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην+καθήμενον ὅμοιον+υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.Verse 15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ+ναοῦ κράζων ἐν+φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι+ἦλθεν ἡ ὥρα+θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.Verse 16Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ+τῇ νεφέλῃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.Verse 17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.Verse 18Καὶ ἄλλος ἄγγελος+ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου,+ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν+ἐν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας+τῆς ἀμπέλου τῆς γῆς, ὅτι+ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.Verse 19Καὶ+ἐξέβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ+τὸν μέγαν.Verse 20Καὶ ἐπατήθη ἡ ληνὸς+ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων+χιλίων ἑξακοσίων.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?