Tools
Commentary

Revelation 13 — TCG

See Hebrew/Greek in BSB →

The First Beast

13Verse 1Καὶ+ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης. Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον+κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ+ὀνόματα βλασφημίας—Verse 2καὶ τὸ θηρίον ὃ εἶδον+ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς+ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην—Verse 3καὶ+μίαν+ἐκ τῶν κεφαλῶν αὐτοῦ+ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. Καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ+ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.Verse 4Καὶ προσεκύνησαν+τῷ δράκοντι+τῷ δεδωκότι+τὴν ἐξουσίαν τῷ θηρίῳ,+καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ;+Τίς+δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;Verse 5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ+βλασφημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσία+πόλεμον ποιῆσαι μῆνας+τεσσαράκοντα δύο.Verse 6Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς+βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ,+τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.Verse 7+Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν+καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.Verse 8Καὶ προσκυνήσουσιν+αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,+ὧν οὐ γέγραπται+τὸ ὄνομα ἐν+τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου+τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.Verse 9Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
Verse 10Εἴ τις+ἔχει αἰχμαλωσίαν,
ὑπάγει·
εἴ τις ἐν+μαχαίρᾳ+ἀποκτενεῖ,
δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.
Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

The Second Beast

Verse 11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε+κέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.Verse 12Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ+ἐποίει τὴν γῆν καὶ τοὺς+ἐν αὐτῇ κατοικοῦντας ἵνα+προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.Verse 13Καὶ ποιεῖ σημεῖα μεγάλα,+καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ+ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.Verse 14Καὶ πλανᾷ+τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ,++εἶχε+πληγὴν+καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.Verse 15Καὶ ἐδόθη+αὐτῷ+πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ+ὅσοι+ἐὰν μὴ προσκυνήσωσι+τῇ εἰκόνι τοῦ θηρίου+ἀποκτανθῶσι.Verse 16Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα+δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ+χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ+τὸ μέτωπον αὐτῶν,Verse 17καὶ ἵνα μή τις+δύναται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα,+τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.Verse 18Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων+νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν·+ὁ ἀριθμὸς αὐτοῦ+χξϛ΄.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?