Revelation 15 — TCG See Hebrew/Greek in BSB → The Seven Angels with Seven Plagues15Verse 1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.Verse 2Καὶ εἶδον ὡς θάλασσαν+ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ+τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ+καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν+ὑαλίνην, ἔχοντας+τὰς κιθάρας τοῦ Θεοῦ.Verse 3Καὶ ᾄδουσι τὴν ᾠδὴν+Μωϋσέως+δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,ὁ βασιλεὺς τῶν+ἐθνῶν.Verse 4Τίς οὐ μὴ φοβηθῇ+σε, Κύριε,καὶ+δοξάσῃ τὸ ὄνομά σου;Ὅτι μόνος+ἅγιος,ὅτι+πάντες ἥξουσικαὶ προσκυνήσουσιν ἐνώπιόν σου,ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.Verse 5Καὶ μετὰ ταῦτα εἶδον,+καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,Verse 6καὶ+ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι+οἱ ἔχοντες τὰς ἑπτὰ+πληγάς,+οἳ ἦσαν ἐνδεδυμένοι+λίνον+καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.Verse 7Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 8Καὶ ἐγεμίσθη ὁ ναὸς+ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς+ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν+ἑπτὰ ἀγγέλων. Chapter 14 Chapter 16
Revelation 15 — TCG
See Hebrew/Greek in BSB →
The Seven Angels with Seven Plagues
15Verse 1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.Verse 2Καὶ εἶδον ὡς θάλασσαν+ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ+τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ+καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν+ὑαλίνην, ἔχοντας+τὰς κιθάρας τοῦ Θεοῦ.Verse 3Καὶ ᾄδουσι τὴν ᾠδὴν+Μωϋσέως+δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·
δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,
ὁ βασιλεὺς τῶν+ἐθνῶν.
Verse 4Τίς οὐ μὴ φοβηθῇ+σε, Κύριε,
καὶ+δοξάσῃ τὸ ὄνομά σου;
Ὅτι μόνος+ἅγιος,
ὅτι+πάντες ἥξουσι
καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.Verse 5Καὶ μετὰ ταῦτα εἶδον,+καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,Verse 6καὶ+ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι+οἱ ἔχοντες τὰς ἑπτὰ+πληγάς,+οἳ ἦσαν ἐνδεδυμένοι+λίνον+καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.Verse 7Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 8Καὶ ἐγεμίσθη ὁ ναὸς+ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς+ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν+ἑπτὰ ἀγγέλων.