See Hebrew/Greek in BSB →
The Woman and the Dragon
12Verse 1Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,Verse 2καὶ ἐν γαστρὶ ἔχουσαἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.Verse 3Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δράκωνπυρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦἑπτὰ διαδήματα.Verse 4Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκωνἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσηςτεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.Verse 5Καὶ ἔτεκεν υἱὸνἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνηἐν ῥάβδῳ σιδηρᾷ, καὶἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶπρὸς τὸν θρόνον αὐτοῦ.Verse 6Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχειἐκεῖ τόπον ἡτοιμασμένονὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.Verse 7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦπολεμῆσαι μετὰ τοῦ δράκοντος. Καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,Verse 8καὶ οὐκἴσχυσεν,οὐδὲ τόποςεὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ.Verse 9Καὶ ἐβλήθη ὁ δράκων ὁμέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην—ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦμετ᾽ αὐτοῦ ἐβλήθησαν.Verse 10Καὶ ἤκουσα φωνὴν μεγάληνἐν τῷ οὐρανῷ λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτιἐβλήθη ὁκατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶναὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.Verse 11Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.Verse 12Διὰ τοῦτο εὐφραίνεσθε,οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶτῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.Verse 13Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸνἄρρενα.Verse 14Καὶ ἐδόθησαν τῇ γυναικὶδύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς,ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.Verse 15Καὶ ἔβαλεν ὁ ὄφιςἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνααὐτὴν ποταμοφόρητον ποιήσῃ.Verse 16Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.Verse 17Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίανἸησοῦ.