Tools
Commentary

Revelation 11 — TCG

See Hebrew/Greek in BSB →

The Two Witnesses

11Verse 1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ,+λέγων,+Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.Verse 2Καὶ τὴν αὐλὴν τὴν+ἔξωθεν τοῦ ναοῦ ἔκβαλε+ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας+τεσσαράκοντα καὶ δύο.Verse 3Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα,+περιβεβλημένοι σάκκους.Verse 4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ+αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ+Κυρίου τῆς γῆς+ἑστῶτες.Verse 5Καὶ εἴ τις+αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις+θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.Verse 6Οὗτοι ἔχουσι+τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ+ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν+ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ.Verse 7Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει+μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.Verse 8Καὶ+τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας+τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου+καὶ ὁ Κύριος+αὐτῶν ἐσταυρώθη.Verse 9Καὶ+βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν+τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς+ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ+ἀφήσουσι τεθῆναι εἰς+μνῆμα.Verse 10Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς+χαίρουσιν ἐπ᾽ αὐτοῖς καὶ+εὐφρανθήσονται καὶ δῶρα+δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.Verse 11Καὶ μετὰ+τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν+εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας+ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.Verse 12Καὶ+ἤκουσα+φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς,+Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.Verse 13+Ἐν ἐκείνῃ τῇ+ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.Verse 14Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν·+ἡ οὐαὶ ἡ τρίτη, ἰδού, ἔρχεται ταχύ.

The Seventh Trumpet

Verse 15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ+λέγοντες,+Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 16Καὶ οἱ+εἴκοσι τέσσαρες πρεσβύτεροι+οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν,+ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,Verse 17λέγοντες,
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,
ὁ ὢν καὶ ὁ+ἦν,
ὅτι+εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην
καὶ ἐβασίλευσας.
Verse 18Καὶ τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν ἡ ὀργή σου
καὶ ὁ καιρὸς τῶν+νεκρῶν κριθῆναι
καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις
καὶ τοῖς ἁγίοις+καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου,
+τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,
καὶ διαφθεῖραι τοὺς+διαφθείροντας τὴν γῆν.
Verse 19Καὶ+ἠνοίχθη ὁ ναὸς τοῦ Θεοῦ+ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης+τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ+φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?