Tools
Commentary

Revelation 10 — TCG

See Hebrew/Greek in BSB →

The Angel and the Little Scroll

10Verse 1Καὶ εἶδον+ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ+ἡ ἶρις ἐπὶ+τῆς κεφαλῆς+αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός,Verse 2καὶ+ἔχων ἐν τῇ χειρὶ αὐτοῦ+βιβλίον+ἀνεῳγμένον. Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ+τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,Verse 3καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.Verse 4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ+βρονταί,+ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ+λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ+μὴ αὐτὰ γράψῃς.Verse 5Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ+τὴν δεξιὰν εἰς τὸν οὐρανὸνVerse 6καὶ ὤμοσε+τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος+οὐκέτι ἔσται,Verse 7+ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν,+καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ,+ὡς εὐηγγέλισε+τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.Verse 8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν+λαλοῦσα μετ᾽ ἐμοῦ καὶ λέγουσα, Ὕπαγε, λάβε τὸ+βιβλιδάριον τὸ+ἀνεῳγμένον ἐν τῇ χειρὶ+τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.Verse 9Καὶ+ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ+δοῦναί μοι τὸ+βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.Verse 10Καὶ ἔλαβον τὸ+βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.Verse 11Καὶ+λέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ+ἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?