See Hebrew/Greek in BSB →
The Pharisees and Sadducees Ask For a Sign
16Verse 1Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.Verse 2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός.Verse 3Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός.Ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐδύνασθε;Verse 4Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶτοῦ προφήτου.Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθε.The Leaven of the Pharisees and Sadducees
Verse 5Καὶ ἐλθόντες οἱ μαθηταὶαὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.Verse 6Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.Verse 7Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν.Verse 8Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεναὐτοῖς,Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκἐλάβετε;Verse 9Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε;Verse 10Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσαςσπυρίδας ἐλάβετε;Verse 11Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶἄρτου εἶπον ὑμῖνπροσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων;Verse 12Τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμηςτοῦ ἄρτου,ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.Peter Declares That Jesus Is the Christ
Verse 13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρηΚαισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων,Τίναμε λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου;Verse 14Οἱ δὲεἶπον, Οἱ μὲνἸωάννην τὸν βαπτιστήν· ἄλλοι δὲἨλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν.Verse 15Λέγει αὐτοῖς,Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;Verse 16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.Verse 17Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ,Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.Verse 18Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς.Verse 19Καὶ δώσω σοι τὰςκλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.Verse 20Τότεδιεστείλατο τοῖς μαθηταῖςαὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστινἸησοῦς ὁ Χριστός.Jesus Predicts His Death and Resurrection
Verse 21Ἀπὸ τότε ἤρξατοὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸνἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.Verse 22Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων,Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.Verse 23Ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ,Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόνμου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.Verse 24Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ,Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.Verse 25Ὃς γὰρἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν·Verse 26τί γὰρὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;Verse 27Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.Verse 28Ἀμὴν λέγωὑμῖν, εἰσί τινεςὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.