Tools
Commentary

Matthew 17 — TCG

See Hebrew/Greek in BSB →

The Transfiguration

17Verse 1Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ+Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν.Verse 2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ+ἐγένοντο λευκὰ ὡς τὸ φῶς.Verse 3Καὶ ἰδού,+ὤφθησαν αὐτοῖς+Μωσῆς καὶ+Ἠλίας,+μετ᾽ αὐτοῦ συλλαλοῦντες.Verse 4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις,+ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ+Μωσῇ μίαν, καὶ+μίαν Ἠλίᾳ.Verse 5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη+φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα·+αὐτοῦ ἀκούετε.Verse 6Καὶ ἀκούσαντες οἱ μαθηταὶ+ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.Verse 7Καὶ+προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν,Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.Verse 8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ+τὸν Ἰησοῦν μόνον.Verse 9Καὶ καταβαινόντων αὐτῶν+ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων,Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν+ἀναστῇ.Verse 10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ+αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι+Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;Verse 11Ὁ δὲ+Ἰησοῦς ἀποκριθεὶς εἶπεν+αὐτοῖς,+Ἠλίας μὲν ἔρχεται+πρῶτον, καὶ ἀποκαταστήσει πάντα·Verse 12λέγω δὲ ὑμῖν ὅτι+Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν,+ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν.Verse 13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ+Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

Jesus Heals a Demon-Possessed Boy

Verse 14Καὶ ἐλθόντων+αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν+αὐτὸνVerse 15καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς+πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.Verse 16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.Verse 17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε+ἔσομαι μεθ᾽ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.Verse 18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ+ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.Verse 19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν+εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;Verse 20Ὁ δὲ+Ἰησοῦς εἶπεν αὐτοῖς,Διὰ τὴν+ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ,+Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.Verse 21+Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.

Jesus Predicts His Death and Resurrection a Second Time

Verse 22+Ἀναστρεφομένων δὲ αὐτῶν+ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,Verse 23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.Καὶ ἐλυπήθησαν σφόδρα.

Paying the Temple Tax

Verse 24Ἐλθόντων δὲ αὐτῶν εἰς+Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ+εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;Verse 25Λέγει, Ναί. Καὶ+ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων,Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;Verse 26+Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς,Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.Verse 27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς+τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν+ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?