Matthew 15 — TCG
The Traditions of the Elders
15Τότε προσέρχονται τῷ Ἰησοῦ+οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες,2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας+αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν.3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;4Ὁ γὰρ Θεὸς+ἐνετείλατο, λέγων, Τίμα τὸν+πατέρα καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·5ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,+καὶ οὐ μὴ+τιμήσῃ τὸν πατέρα αὐτοῦ+ἢ τὴν μητέρα αὐτοῦ·6καὶ ἠκυρώσατε+τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν·7ὑποκριταί, καλῶς+προεφήτευσε περὶ ὑμῶν Ἠσαΐας, λέγων,8+Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν,καὶ τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
9Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.10Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς,Ἀκούετε καὶ συνίετε.11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.12Τότε προσελθόντες οἱ μαθηταὶ+αὐτοῦ+εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι+ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;13Ὁ δὲ ἀποκριθεὶς εἶπε,Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.14Ἄφετε αὐτούς·+ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον+πεσοῦνται.15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν+ταύτην.16Ὁ δὲ+Ἰησοῦς εἶπεν,Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;17+Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·20ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.