See Hebrew/Greek in BSB →
The Death of John the Baptist
14Verse 1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁτετράρχης τὴν ἀκοὴν Ἰησοῦ,Verse 2καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστινἸωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.Verse 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸνἸωάννην ἔδησεναὐτὸν καὶἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.Verse 4Ἔλεγε γὰραὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.Verse 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι,ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.Verse 6Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρῴδῃ·Verse 7ὅθενμεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.Verse 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴνἸωάννου τοῦ βαπτιστοῦ.Verse 9Καὶἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι·Verse 10καὶ πέμψας ἀπεκεφάλισετὸν Ἰωάννην ἐν τῇ φυλακῇ.Verse 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς.Verse 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸσῶμα, καὶ ἔθαψαναὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.The Feeding of the Five Thousand
Verse 13Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.Verse 14Καὶ ἐξελθὼνὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.Verse 15Ὀψίας δὲ γενομένης,προσῆλθον αὐτῷ οἱ μαθηταὶαὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.Verse 16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.Verse 17Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.Verse 18Ὁ δὲ εἶπε,Φέρετέ μοιαὐτοὺς ὧδε.Verse 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶτοὺς χόρτους,λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.Verse 20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.Verse 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.Jesus Walks on Water
Verse 22Καὶ εὐθέως ἠνάγκασενὁ Ἰησοῦς τοὺςμαθητὰς ἐμβῆναι εἰςτὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.Verse 23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.Verse 24Τὸ δὲ πλοῖον ἤδημέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.Verse 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸςἀπῆλθε πρὸς αὐτοὺςὁ Ἰησοῦς, περιπατῶν ἐπὶτῆς θαλάσσης.Verse 26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶτὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.Verse 27Εὐθέως δὲ ἐλάλησεναὐτοῖς ὁ Ἰησοῦς, λέγων,Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε.Verse 28Ἀποκριθεὶς δὲαὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν μεπρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.Verse 29Ὁ δὲ εἶπεν,Ἐλθέ.Καὶ καταβὰς ἀπὸ τοῦ πλοίουὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα,ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.Verse 30Βλέπων δὲ τὸν ἄνεμονἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε, λέγων, Κύριε, σῶσόν με.Verse 31Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ,Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;Verse 32Καὶἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος·Verse 33οἱ δὲ ἐν τῷ πλοίῳἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.Jesus Heals the Sick in Gennesaret
Verse 34Καὶ διαπεράσαντεςἦλθονεἰς τὴν γῆνΓεννησαρέτ.Verse 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·Verse 36καὶ παρεκάλουν αὐτόν, ἵναμόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.