Matthew 13 — TCG
The Parable of the Sower
13Verse 1Ἐν+δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς+ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν.Verse 2Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς+τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν+εἱστήκει.Verse 3Καὶ ἐλάλησεν αὐτοῖς+πολλὰ ἐν παραβολαῖς, λέγων,Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ+σπείρειν.Verse 4Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ+ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.Verse 5Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Verse 6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.Verse 7Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ+ἀπέπνιξαν αὐτά.Verse 8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.Verse 9Ὁ ἔχων ὦτα+ἀκούειν ἀκουέτω.The Purpose of Speaking in Parables
Verse 10Καὶ προσελθόντες οἱ μαθηταὶ+εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;Verse 11Ὁ δὲ ἀποκριθεὶς εἶπεν+αὐτοῖς ὅτιὙμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.Verse 12Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.Verse 13Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ,+ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι.Verse 14Καὶ ἀναπληροῦται+αὐτοῖς ἡ προφητεία Ἠσαΐου, ἡ λέγουσα,Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·
καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
Verse 15Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ τοῖς ὠσὶν ἀκούσωσι,
καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,
καὶ+ἰάσομαι αὐτούς.Verse 16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι· καὶ τὰ ὦτα ὑμῶν, ὅτι+ἀκούει.Verse 17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ+εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
The Parable of the Sower Explained
Verse 18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ+σπείροντος.Verse 19Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ+ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.Verse 20Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ+εὐθὺς μετὰ χαρᾶς+λαμβάνων αὐτόν·Verse 21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.Verse 22Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος+τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου+συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.Verse 23Ὁ δὲ ἐπὶ τὴν+γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ+συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ+ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.The Parable of the Wheat and the Tares
Verse 24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων,Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ+σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·Verse 25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ+ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.Verse 26Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.Verse 27Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει+ζιζάνια;Verse 28Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ+δοῦλοι+εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες+συλλέξομεν αὐτά;Verse 29Ὁ δὲ+ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.Verse 30Ἄφετε συναυξάνεσθαι ἀμφότερα+μέχρι τοῦ θερισμοῦ· καὶ ἐν+καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον+συναγάγετε εἰς τὴν ἀποθήκην μου.The Parable of the Mustard Seed
Verse 31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων,Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·Verse 32ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον+τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ+κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.The Parable of the Leaven
Verse 33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς,Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ+ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.The Use of Parables
Verse 34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς+οὐκ ἐλάλει αὐτοῖς·Verse 35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς+κόσμου.