Matthew 12 — TCG
Jesus Is Lord of the Sabbath
12Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.2Οἱ δὲ Φαρισαῖοι ἰδόντες+εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.3Ὁ δὲ εἶπεν αὐτοῖς,Οὐκ ἀνέγνωτε τί ἐποίησε+Δαυίδ, ὅτε ἐπείνασεν+αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ·4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως+ἔφαγεν,+οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ+τοῖς ἱερεῦσι μόνοις;5Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;6Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ+μεῖζόν ἐστιν ὧδε.7Εἰ δὲ ἐγνώκειτε τί ἐστιν,+Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.8Κύριος γάρ ἐστι+τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.Jesus Heals a Man with a Withered Hand
9Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.10Καὶ ἰδού, ἄνθρωπος+ἦν+τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστι τοῖς σάββασι+θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.11Ὁ δὲ εἶπεν αὐτοῖς,Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;12Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.13Τότε λέγει τῷ ἀνθρώπῳ,Ἔκτεινον+τὴν χεῖρά σου.Καὶ ἐξέτεινε, καὶ+ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.14+Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.God's Chosen Servant
15Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ+ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς+πάντας,16καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν+αὐτὸν ποιήσωσιν·17+ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,18Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα·ὁ ἀγαπητός μου+εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·
θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν,
καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει·
οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20Κάλαμον συντετριμμένον οὐ κατεάξει,
καὶ λίνον τυφόμενον οὐ σβέσει·
ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21Καὶ+τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.