Tools
Commentary

Mark 9 — TCG

See Hebrew/Greek in BSB →

9Verse 1Καὶ ἔλεγεν αὐτοῖς,Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες+τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

The Transfiguration

Verse 2Καὶ+μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ+Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,Verse 3καὶ τὰ ἱμάτια αὐτοῦ+ἐγένοντο στίλβοντα, λευκὰ λίαν+ὡς χιών, οἷα+γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται+λευκᾶναι.Verse 4Καὶ ὤφθη αὐτοῖς+Ἠλίας σὺν+Μωσῇ, καὶ ἦσαν+συλλαλοῦντες τῷ Ἰησοῦ.Verse 5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ,+Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν+σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ+Μωσῇ μίαν, καὶ+Ἠλίᾳ μίαν.Verse 6Οὐ γὰρ ᾔδει τί+λαλήσει·+ἦσαν γὰρ ἔκφοβοι.Verse 7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ+ἦλθε φωνὴ ἐκ τῆς+νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός·+αὐτοῦ ἀκούετε.Verse 8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον,+ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.Verse 9+Καταβαινόντων δὲ αὐτῶν+ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ+διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.Verse 10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς,+συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.Verse 11Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι+Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;Verse 12Ὁ δὲ+ἀποκριθείς, εἶπεν αὐτοῖς,+Ἠλίας μὲν ἐλθὼν πρῶτον,+ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ+ἐξουδενωθῇ.Verse 13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ+Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα+ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.

Jesus Heals a Boy with an Unclean Spirit

Verse 14Καὶ+ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς+συζητοῦντας+αὐτοῖς.Verse 15Καὶ+εὐθέως πᾶς ὁ ὄχλος+ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.Verse 16Καὶ ἐπηρώτησε+τοὺς γραμματεῖς,Τί+συζητεῖτε πρὸς+αὐτούς;Verse 17Καὶ+ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.Verse 18Καὶ ὅπου+ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας+αὐτοῦ, καὶ ξηραίνεται· καὶ+εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.Verse 19Ὁ δὲ ἀποκριθεὶς+αὐτῷ λέγει,Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.Verse 20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ+ἰδὼν αὐτόν,+εὐθέως τὸ πνεῦμα+ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.Verse 21Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ,Πόσος χρόνος ἐστίν,+ὡς τοῦτο γέγονεν αὐτῷ;Ὁ δὲ εἶπε,+Παιδιόθεν.Verse 22Καὶ πολλάκις+αὐτὸν καὶ εἰς τὸ πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι+δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς.Verse 23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Τὸ εἰ+δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.Verse 24+Καὶ+εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου,+μετὰ δακρύων ἔλεγε, Πιστεύω,+Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.Verse 25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει+ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ,Τὸ+πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ+σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.Verse 26Καὶ+κράξαν, καὶ πολλὰ σπαράξαν+αὐτόν, ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε+πολλοὺς λέγειν ὅτι ἀπέθανεν.Verse 27Ὁ δὲ Ἰησοῦς κρατήσας+αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη.Verse 28Καὶ+εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ+ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;Verse 29Καὶ εἶπεν αὐτοῖς,Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ+καὶ νηστείᾳ.

Jesus Predicts His Death and Resurrection a Second Time

Verse 30+Καὶ ἐκεῖθεν ἐξελθόντες+παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις+γνῷ.Verse 31Ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτιὉ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς,+τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.Verse 32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

True Greatness

Verse 33Καὶ+ἦλθεν εἰς+Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς,Τί ἐν τῇ ὁδῷ+πρὸς ἑαυτοὺς διελογίζεσθε;Verse 34Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων.Verse 35Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς,Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος.Verse 36Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς·Verse 37Ὃς+ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς+ἐὰν ἐμὲ+δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.

Whoever Is Not Against You Is for You

Verse 38+Ἀπεκρίθη+δὲ αὐτῷ+Ἰωάννης,+λέγων, Διδάσκαλε,+εἴδομέν τινα+τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια,+ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.Verse 39Ὁ δὲ Ἰησοῦς εἶπε,Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.Verse 40Ὃς γὰρ οὐκ ἔστι καθ᾽+ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.Verse 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν+ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω+ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Temptations to Sin

Verse 42Καὶ ὃς+ἐὰν σκανδαλίσῃ ἕνα τῶν+μικρῶν τῶν πιστευόντων+εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται+λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.Verse 43Καὶ ἐὰν+σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν+σοί ἐστι κυλλὸν+εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,Verse 44+ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Verse 45Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν+ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν,+εἰς τὸ πῦρ τὸ ἄσβεστον,Verse 46ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Verse 47Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν+σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ+δύο ὀφθαλμοὺς ἔχοντα+βληθῆναι εἰς+τὴν γέενναν+τοῦ πυρός,Verse 48ὅπου ὁ σκώληξ+αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.Verse 49Πᾶς γὰρ πυρὶ ἁλισθήσεται,+καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.Verse 50Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς+ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?