See Hebrew/Greek in BSB →
Questions About Divorce
10Verse 1Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίαςδιὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶσυμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.Verse 2Καὶπροσελθόντες Φαρισαῖοιἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.Verse 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,Τί ὑμῖν ἐνετείλατοΜωσῆς;Verse 4Οἱ δὲεἶπον,Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι.Verse 5Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·Verse 6ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺςὁ Θεός.Verse 7Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,Verse 8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰμία σάρξ.Verse 9Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.Verse 10Καὶἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶαὐτοῦ περὶτοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν.Verse 11Καὶ λέγει αὐτοῖς,Ὃςἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν·Verse 12καὶ ἐὰνγυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.Let the Little Children Come to Me
Verse 13Καὶ προσέφερον αὐτῷ παιδία, ἵναἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶἐπετίμων τοῖς προσφέρουσιν.Verse 14Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς,Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με·μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.Verse 15Ἀμὴν λέγω ὑμῖν, ὃςἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.Verse 16Καὶ ἐναγκαλισάμενος αὐτά,τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.The Rich Young Ruler
Verse 17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼνεἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;Verse 18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.Verse 19Τὰς ἐντολὰς οἶδας, Μὴμοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.Verse 20Ὁ δὲἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.Verse 21Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ,Ἕνσοι ὑστερεῖ·ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι,ἄρας τὸν σταυρόν.Verse 22Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.Verse 23Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ,Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.Verse 24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς,Τέκνα, πῶς δύσκολόν ἐστιτοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.Verse 25Εὐκοπώτερόν ἐστι κάμηλον διὰτῆς τρυμαλιᾶςτῆς ῥαφίδοςεἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.Verse 26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸςἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;Verse 27Ἐμβλέψαςδὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει,Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰΘεῷ· πάντα γὰρ δυνατάἐστι παρὰ τῷ Θεῷ.Verse 28Ἤρξατοὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶἠκολουθήσαμέν σοι.Verse 29Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν,Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢπατέρα, ἢ μητέρα,ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶἕνεκεν τοῦ εὐαγγελίου,Verse 30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶμητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.Verse 31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶἔσχατοι πρῶτοι.Jesus Predicts His Death and Resurrection a Third Time
Verse 32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο,καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν·Verse 33ὅτιἸδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶγραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,Verse 34καὶ ἐμπαίξουσιν αὐτῷ, καὶμαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶτῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.The Request of James and John
Verse 35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶἸωάννηςοἱ υἱοὶ Ζεβεδαίου,λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰναἰτήσωμεν, ποιήσῃς ἡμῖν.Verse 36Ὁ δὲ εἶπεν αὐτοῖς,Τί θέλετεποιῆσαί με ὑμῖν;Verse 37Οἱ δὲεἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷςἐκ δεξιῶν σου καὶ εἷς ἐξεὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.Verse 38Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω,καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;Verse 39Οἱ δὲεἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,Τὸμὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·Verse 40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μουκαὶ ἐξεὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται.Verse 41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶἸωάννου.Verse 42Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς,Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.Verse 43Οὐχ οὕτω δὲἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃςἐὰν θέλῃγενέσθαι μέγας ἐν ὑμῖν ἔσταιὑμῶν διάκονος·Verse 44καὶ ὃςἐὰν θέλῃὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.Verse 45Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.Jesus Heals Blind Bartimaeus
Verse 46Καὶ ἔρχονται εἰςἸεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸἸεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ,υἱὸς Τιμαίου Βαρτίμαιοςὁ τυφλὸςἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.Verse 47Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁΝαζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν,Ὁ υἱὸςΔαυίδ, Ἰησοῦ, ἐλέησόν με.Verse 48Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, ΥἱὲΔαυίδ, ἐλέησόν με.Verse 49Καὶ στὰς ὁ Ἰησοῦς εἶπεναὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει·ἔγειραι, φωνεῖ σε.Verse 50Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.Verse 51Καὶ ἀποκριθεὶςλέγει αὐτῷ ὁ Ἰησοῦς,Τίθέλεις ποιήσω σοί;Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ,Ῥαββουνί, ἵνα ἀναβλέψω.Verse 52Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε.Καὶεὐθέως ἀνέβλεψε, καὶἠκολούθειτῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.