Tools
Commentary

Mark 8 — TCG

See Hebrew/Greek in BSB →

The Feeding of the Four Thousand

8Verse 1Ἐν ἐκείναις ταῖς ἡμέραις,+παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος+ὁ Ἰησοῦς τοὺς μαθητὰς+αὐτοῦ λέγει αὐτοῖς,Verse 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη+ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι·Verse 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς+νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ·+τινὲς γὰρ αὐτῶν+μακρόθεν+ἥκουσι.Verse 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ+αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;Verse 5Καὶ+ἐπηρώτα αὐτούς,Πόσους ἔχετε ἄρτους;Οἱ δὲ+εἶπον, Ἑπτά.Verse 6Καὶ+παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους,+εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα+παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.Verse 7Καὶ+εἶχον ἰχθύδια ὀλίγα· καὶ+εὐλογήσας εἶπε+παραθεῖναι καὶ αὐτά.Verse 8+Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ+σπυρίδας.Verse 9Ἦσαν δὲ+οἱ φαγόντες ὡς+τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.Verse 10Καὶ+εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

The Pharisees Ask For a Sign

Verse 11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο+συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.Verse 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει,Τί ἡ γενεὰ αὕτη+σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω+ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.Verse 13Καὶ ἀφεὶς αὐτούς,+ἐμβὰς πάλιν+εἰς πλοῖον, ἀπῆλθεν+εἰς τὸ πέραν.

The Leaven of the Pharisees and Herod

Verse 14Καὶ+ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.Verse 15Καὶ διεστέλλετο αὐτοῖς, λέγων,Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.Verse 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους,+λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.Verse 17Καὶ γνοὺς+ὁ Ἰησοῦς λέγει αὐτοῖς,Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε;+Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;Verse 18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε;Verse 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς+πεντακισχιλίους,+πόσους κοφίνους+πλήρεις κλασμάτων ἤρατε;Λέγουσιν αὐτῷ, Δώδεκα.Verse 20Ὅτε+δὲ τοὺς ἑπτὰ εἰς τοὺς+τετρακισχιλίους, πόσων+σπυρίδων πληρώματα κλασμάτων ἤρατε;+Οἱ δὲ εἶπον, Ἑπτά.Verse 21Καὶ+ἔλεγεν αὐτοῖς,+Πῶς οὐ συνίετε;

Jesus Heals a Blind Man at Bethsaida

Verse 22Καὶ+ἔρχεται εἰς+Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.Verse 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ,+ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι+βλέπει.Verse 24Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους,+ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.Verse 25Εἶτα πάλιν+ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ+ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ+ἀποκατεστάθη, καὶ+ἐνέβλεψε τηλαυγῶς+ἅπαντας.Verse 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς+τὸν οἶκον αὐτοῦ, λέγων,Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς,+μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.

Peter Declares That Jesus Is the Christ

Verse 27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας+Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς,Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;Verse 28Οἱ δὲ+ἀπεκρίθησαν,+Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι+Ἠλίαν· ἄλλοι δὲ+ἕνα τῶν προφητῶν.Verse 29Καὶ αὐτὸς+λέγει αὐτοῖς,Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;Ἀποκριθεὶς+δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.Verse 30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.

Jesus Predicts His Death and Resurrection

Verse 31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι+ἀπὸ τῶν πρεσβυτέρων καὶ+τῶν ἀρχιερέων καὶ+τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·Verse 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος+αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.Verse 33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε+τῷ Πέτρῳ,+λέγων,Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.Verse 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς,+Ὅστις θέλει ὀπίσω μου+ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.Verse 35Ὃς γὰρ+ἂν θέλῃ τὴν+ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν+ἀπολέσῃ τὴν+ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου,+οὗτος σώσει αὐτήν.Verse 36Τί γὰρ+ὠφελήσει+ἄνθρωπον,+ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;Verse 37+Ἢ τί+δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;Verse 38Ὃς γὰρ+ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?