Tools
Commentary

Mark 7 — TCG

See Hebrew/Greek in BSB →

The Traditions of the Elders

7Verse 1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·Verse 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ+κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας+ἄρτους+ἐμέμψαντο.Verse 3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·Verse 4καὶ+ἀπὸ ἀγορᾶς, ἐὰν μὴ+βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ+χαλκίων καὶ κλινῶν.Verse 5+Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί+οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων,+ἀλλὰ+ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;Verse 6Ὁ δὲ+ἀποκριθεὶς εἶπεν αὐτοῖς+ὅτιΚαλῶς+προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς+γέγραπται,
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
Verse 7Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Verse 8Ἀφέντες+γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων,+βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.Verse 9Καὶ ἔλεγεν αὐτοῖς,Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν+τηρήσητε.Verse 10+Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·Verse 11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν,ὅ ἐστι, δῶρον,ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς·Verse 12+καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ+αὐτοῦ ἢ τῇ μητρὶ+αὐτοῦ,Verse 13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.Verse 14Καὶ προσκαλεσάμενος+πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς,+Ἀκούετέ μου πάντες, καὶ+συνίετε.Verse 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται+αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ+ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.Verse 16+Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.Verse 17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ+περὶ τῆς παραβολῆς.Verse 18Καὶ λέγει αὐτοῖς,Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε;+Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,Verse 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται,+καθαρίζον πάντα τὰ βρώματα.Verse 20Ἔλεγε δὲ ὅτιΤὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.Verse 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται,+μοιχεῖαι, πορνεῖαι, φόνοι,Verse 22κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·Verse 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.

A Syrophoenician Woman's Faith

Verse 24+Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ+μεθόρια Τύρου+καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς+οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ+ἠδυνήθη λαθεῖν.Verse 25+Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·Verse 26+ἦν δὲ ἡ γυνὴ Ἑλληνίς,+Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον+ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.Verse 27+Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ,Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ+καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ+βαλεῖν τοῖς κυναρίοις.Verse 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ,+Ναί, Κύριε· καὶ+γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης+ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.Verse 29Καὶ εἶπεν αὐτῇ,Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε+τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.Verse 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ+δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.

Jesus Heals a Deaf and Mute Man

Verse 31Καὶ πάλιν+ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου+καὶ Σιδῶνος, ἦλθε+πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.Verse 32Καὶ φέρουσιν αὐτῷ+κωφὸν+μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.Verse 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,Verse 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ,Ἐφφαθά,ὅ ἐστι,Διανοίχθητι.Verse 35Καὶ+εὐθέως+διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.Verse 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ+εἴπωσιν· ὅσον δὲ+αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.Verse 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ+τοὺς ἀλάλους λαλεῖν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?