See Hebrew/Greek in BSB →
Jesus Rejected at Nazareth
6Verse 1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶἦλθεν εἰς τὴν πατρίδααὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.Verse 2Καὶ γενομένου σαββάτου, ἤρξατοἐν τῇ συναγωγῇ διδάσκειν· καὶπολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσααὐτῷ,καὶδυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦγίνονται;Verse 3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸςΜαρίας,ἀδελφὸς δὲ Ἰακώβου καὶἸωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.Verse 4Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτιΟὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖςσυγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.Verse 5Καὶ οὐκἠδύνατο ἐκεῖοὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.Verse 6Καὶἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Jesus Sends Out the Twelve Apostles Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.Verse 7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.Verse 8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴπήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν·Verse 9ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴἐνδύσησθε δύο χιτῶνας.Verse 10Καὶ ἔλεγεν αὐτοῖς,Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.Verse 11Καὶὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.Verse 12Καὶ ἐξελθόντεςἐκήρυσσον ἵναμετανοήσωσι·Verse 13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.The Death of John the Baptist
Verse 14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶἔλεγεν ὅτιἸωάννης ὁ βαπτίζωνἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.Verse 15Ἄλλοι ἔλεγον ὅτιἨλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτηςἐστίν, ὡς εἷς τῶν προφητῶν.Verse 16Ἀκούσας δὲἩρῴδηςεἶπενὅτι Ὃν ἐγὼ ἀπεκεφάλισαἸωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθηἐκ νεκρῶν.Verse 17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸνἸωάννην, καὶ ἔδησεν αὐτὸν ἐνφυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.Verse 18Ἔλεγε γὰρ ὁἸωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.Verse 19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·Verse 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸνἸωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶἀκούσας αὐτοῦ, πολλὰἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.Verse 21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνονἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖςχιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,Verse 22καὶ εἰσελθούσης τῆς θυγατρὸςαὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης,καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·Verse 23καὶ ὤμοσεναὐτῇὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.Verse 24Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τίαἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴνἸωάννου τοῦβαπτιστοῦ.Verse 25Καὶ εἰσελθοῦσαεὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵναμοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴνἸωάννου τοῦ βαπτιστοῦ.Verse 26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺςσυνανακειμένους οὐκ ἠθέλησεναὐτὴν ἀθετῆσαι.Verse 27Καὶεὐθέως ἀποστείλας ὁ βασιλεὺςσπεκουλάτορα ἐπέταξενἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.Verse 28Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.Verse 29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.The Feeding of the Five Thousand
Verse 30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα,καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.Verse 31Καὶεἶπεν αὐτοῖς,Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶἀναπαύεσθε ὀλίγον.Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖνεὐκαίρουν.Verse 32Καὶ ἀπῆλθονεἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν.Verse 33Καὶεἶδον αὐτοὺςὑπάγοντας καὶἐπέγνωσαναὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς,καὶ συνῆλθον πρὸς αὐτόν.Verse 34Καὶ ἐξελθὼνεἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.Verse 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦλέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·Verse 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖςἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.Verse 37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμενδηναρίων διακοσίων ἄρτους, καὶδῶμεν αὐτοῖς φαγεῖν;Verse 38Ὁ δὲ λέγει αὐτοῖς,Πόσουςἄρτους ἔχετε; Ὑπάγετεκαὶ ἴδετε.Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας.Verse 39Καὶ ἐπέταξεν αὐτοῖςἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.Verse 40Καὶἀνέπεσον πρασιαὶ πρασιαί,ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.Verse 41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖςαὐτοῦ ἵναπαραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.Verse 42Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·Verse 43καὶ ἦρανκλασμάτων δώδεκακοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.Verse 44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτουςπεντακισχίλιοι ἄνδρες.Jesus Walks on Water
Verse 45Καὶεὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸςΒηθσαϊδάν, ἕως αὐτὸςἀπολύσῃ τὸν ὄχλον.Verse 46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.Verse 47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.Verse 48Καὶεἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς,καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.Verse 49Οἱ δέ, ἰδόντες αὐτὸνπεριπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξανφάντασμα εἶναι, καὶ ἀνέκραξαν·Verse 50πάντες γὰρ αὐτὸνεἶδον, καὶ ἐταράχθησαν.Καὶεὐθέως ἐλάλησε μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς,Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.Verse 51Καὶ ἀνέβηπρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίανἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο,καὶ ἐθαύμαζον.Verse 52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις·ἦν γὰραὐτῶν ἡ καρδία πεπωρωμένη.Jesus Heals the Sick in Gennesaret
Verse 53Καὶ διαπεράσαντεςἦλθον ἐπὶ τὴν γῆνΓεννησαρέτ, καὶ προσωρμίσθησαν.Verse 54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου,εὐθέως ἐπιγνόντες αὐτόν,Verse 55περιδραμόντες ὅλην τὴνπερίχωρον ἐκείνην,ἤρξαντο ἐπὶ τοῖςκραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτιἐκεῖ ἐστι.Verse 56Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢπόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖςἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂνἥπτοντο αὐτοῦ ἐσῴζοντο.