Tools
Commentary

Mark 5 — TCG

See Hebrew/Greek in BSB →

Jesus Heals a Demon-Possessed Man

5Verse 1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν+Γαδαρηνῶν.Verse 2Καὶ+ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου,+εὐθέως+ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,Verse 3ὃς τὴν+κατοίκησιν εἶχεν ἐν τοῖς+μνήμασι· καὶ+οὔτε ἁλύσεσιν οὐδεὶς+ἐδύνατο αὐτὸν δῆσαι,Verse 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς+αὐτὸν ἴσχυε δαμάσαι·Verse 5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς+ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.Verse 6+Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν+αὐτῷ,Verse 7καὶ κράξας φωνῇ μεγάλῃ+εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.Verse 8Ἔλεγε γὰρ αὐτῷ,Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.Verse 9Καὶ ἐπηρώτα αὐτόν,Τί+σοι ὄνομα;Καὶ+ἀπεκρίθη, λέγων,+Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.Verse 10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ+αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.Verse 11Ἦν δὲ ἐκεῖ+πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·Verse 12καὶ παρεκάλεσαν αὐτὸν+πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.Verse 13Καὶ ἐπέτρεψεν αὐτοῖς+εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν·+ἦσαν δὲ ὡς+δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.Verse 14+Οἱ δὲ βόσκοντες+τοὺς χοίρους ἔφυγον, καὶ+ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ+ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός·Verse 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον+καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν+Λεγεῶνα· καὶ ἐφοβήθησαν.Verse 16+Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.Verse 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.Verse 18Καὶ+ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα+ᾖ μετ᾽ αὐτοῦ.Verse 19+Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ,Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ+ἀνάγγειλον αὐτοῖς ὅσα+σοι ὁ Κύριος+πεποίηκε, καὶ ἠλέησέ σε.Verse 20Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

A Girl Restored to Life and a Woman Healed

Verse 21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.Verse 22Καὶ+ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι+Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,Verse 23καὶ+παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς+αὐτῇ τὰς χεῖρας,+ὅπως σωθῇ καὶ+ζήσεται.Verse 24Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.Verse 25Καὶ γυνή+τις οὖσα ἐν ῥύσει αἵματος+ἔτη δώδεκα,Verse 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽+αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,Verse 27ἀκούσασα+περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·Verse 28ἔλεγε+γὰρ ὅτι+Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.Verse 29Καὶ+εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.Verse 30Καὶ+εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε,Τίς μου ἥψατο τῶν ἱματίων;Verse 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις,Τίς μου ἥψατο;Verse 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.Verse 33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν+ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.Verse 34Ὁ δὲ εἶπεν αὐτῇ,+Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.Verse 35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;Verse 36Ὁ δὲ Ἰησοῦς+εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ,Μὴ φοβοῦ· μόνον πίστευε.Verse 37Καὶ οὐκ ἀφῆκεν+οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ+Πέτρον καὶ Ἰάκωβον καὶ+Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.Verse 38Καὶ+ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον,+κλαίοντας καὶ ἀλαλάζοντας πολλά.Verse 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς,Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.Verse 40Καὶ κατεγέλων αὐτοῦ.+Ὁ δέ, ἐκβαλὼν+πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον+ἀνακείμενον.Verse 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ,+Ταλιθά, κοῦμι·ὅ ἐστι μεθερμηνευόμενον,Τὸ κοράσιον, σοὶ λέγω,+ἔγειραι.Verse 42Καὶ+εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ+ἐξέστησαν ἐκστάσει μεγάλῃ.Verse 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς+γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?