Mark 11 — TCG
The Triumphal Entry
11Verse 1Καὶ ὅτε ἐγγίζουσιν εἰς+Ἱερουσαλήμ, εἰς+Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,Verse 2καὶ λέγει αὐτοῖς,Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ+εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς+ἀνθρώπων κεκάθικε·+λύσαντες αὐτὸν ἀγάγετε.Verse 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε+ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ+εὐθέως αὐτὸν+ἀποστέλλει ὧδε.Verse 4+Ἀπῆλθον δὲ καὶ εὗρον+πῶλον δεδεμένον πρὸς+τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.Verse 5Καί τινες τῶν ἐκεῖ+ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;Verse 6Οἱ δὲ+εἶπον αὐτοῖς καθὼς+ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.Verse 7Καὶ+ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶ+ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽+αὐτῷ.Verse 8+Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ+στοιβάδας+ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.Verse 9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον,+λέγοντες,Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Verse 10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία+ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν+Δαυίδ.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.Verse 11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα+ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα,+ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.