See Hebrew/Greek in BSB →
Jesus Sends Out the Twelve Apostles
9Verse 1Συγκαλεσάμενος δὲ τοὺςδώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.Verse 2Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαιτοὺς ἀσθενοῦντας.Verse 3Καὶ εἶπε πρὸς αὐτούς,Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτεῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτεἀνὰ δύο χιτῶνας ἔχειν.Verse 4Καὶ εἰς ἣνἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε.Verse 5Καὶ ὅσοιἐὰν μὴδέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνηςκαὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶνἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.Verse 6Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.Herod is Perplexed About Jesus
Verse 7Ἤκουσε δὲ Ἡρῴδης ὁτετράρχης τὰγινόμεναὑπ᾽ αὐτοῦ πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτιἸωάννηςἐγήγερται ἐκνεκρῶν·Verse 8ὑπό τινων δὲ ὅτιἨλίας ἐφάνη· ἄλλων δὲ ὅτι Προφήτηςεἷς τῶν ἀρχαίων ἀνέστη.Verse 9Καὶ εἶπενἩρῴδης,Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν.The Feeding of the Five Thousand
Verse 10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτούς, ὑπεχώρησε κατ᾽ ἰδίαν εἰςτόπον ἔρημον πόλεως καλουμένηςΒηθσαϊδάν.Verse 11Οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶδεξάμενος αὐτούς, ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείαςἰᾶτο.Verse 12Ἡ δὲ ἡμέρα ἤρξατοκλίνειν· προσελθόντες δὲ οἱ δώδεκαεἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵναἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶτοὺς ἀγροὺς καταλύσωσι, καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.Verse 13Εἶπε δὲ πρὸς αὐτούς,Δότε αὐτοῖςὑμεῖς φαγεῖν.Οἱ δὲεἶπον, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢπέντε ἄρτοι καὶἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖςἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.Verse 14Ἦσαν γὰρ ὡσεὶ ἄνδρεςπεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ,Κατακλίνατε αὐτοὺς κλισίαςἀνὰ πεντήκοντα.Verse 15Καὶ ἐποίησαν οὕτω, καὶἀνέκλιναν ἅπαντας.Verse 16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖςπαρατιθέναι τῷ ὄχλῳ.Verse 17Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων, κόφινοι δώδεκα.Peter Declares That Jesus Is the Christ
Verse 18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτούς, λέγων,Τίνα μελέγουσιν οἱ ὄχλοι εἶναι;Verse 19Οἱ δὲ ἀποκριθέντεςεἶπον,Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲἨλίαν· ἄλλοι δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη.Verse 20Εἶπε δὲ αὐτοῖς,Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε, Τὸν Χριστὸν τοῦ Θεοῦ.Jesus Predicts His Death and Resurrection
Verse 21Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶεἰπεῖν τοῦτο,Verse 22εἰπὼν ὅτιΔεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳἀναστῆναι.Verse 23Ἔλεγε δὲ πρὸς πάντας,Εἴ τις θέλει ὀπίσω μουἐλθεῖν,ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸναὐτοῦ, καὶ ἀκολουθείτω μοι.Verse 24Ὃς γὰρἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.Verse 25Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;Verse 26Ὃς γὰρἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.Verse 27Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶνὧδεἑστώτων, οἳ οὐ μὴγεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.The Transfiguration
Verse 28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ,καὶ παραλαβὼνΠέτρον καὶἸωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.Verse 29Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.Verse 30Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσανΜωσῆς καὶἨλίας,Verse 31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣνἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ.Verse 32Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲεἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.Verse 33Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ, εἶπεΠέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοί, καὶμίαν Μωσῇ, καὶ μίανἨλίᾳ· μὴ εἰδὼς ὃ λέγει.Verse 34Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην.Verse 35Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁἀγαπητός· αὐτοῦ ἀκούετε.Verse 36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθηὁ Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧνἑωράκασιν.Jesus Heals a Boy with an Unclean Spirit
Verse 37Ἐγένετο δὲἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.Verse 38Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλουἀνεβόησε, λέγων, Διδάσκαλε, δέομαί σου,ἐπίβλεψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενήςἐστί μοι·Verse 39καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν, καὶἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶμόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ, συντρῖβον αὐτόν.Verse 40Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵναἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.Verse 41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγετὸν υἱόν σου ὧδε.Verse 42Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.Verse 43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Jesus Predicts His Death a Second Time Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷςἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ,Verse 44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.Verse 45Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.True Greatness
Verse 46Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.Verse 47Ὁ δὲ Ἰησοῦςἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενοςπαιδίου, ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ,Verse 48καὶ εἶπεν αὐτοῖς,Ὃςἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃςἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρμικρότερος ἐν πᾶσινὑμῖν ὑπάρχων οὗτοςἔσται μέγας.Whoever Is Not Against Us Is for Us
Verse 49Ἀποκριθεὶς δὲὁἸωάννης εἶπεν, Ἐπιστάτα,εἴδομέν τιναἐπὶ τῷ ὀνόματί σου ἐκβάλλονταδαιμόνια· καὶἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.Verse 50Καὶ εἶπε πρὸς αὐτὸνὁ Ἰησοῦς,Μὴκωλύετε· ὃς γὰρ οὐκ ἔστι καθ᾽ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.A Samaritan Village Refuses to Receive Jesus
Verse 51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆςἀναλήψεως αὐτοῦ, καὶ αὐτὸςτὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,Verse 52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπουαὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμηνΣαμαρειτῶν,ὥστε ἑτοιμάσαι αὐτῷ.Verse 53Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.Verse 54Ἰδόντες δὲ οἱ μαθηταὶαὐτοῦ Ἰάκωβος καὶἸωάννηςεἶπον, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸτοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς,ὡς καὶ Ἠλίας ἐποίησε;Verse 55Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς,καὶ εἶπεν,Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς·Verse 56ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι.Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.Would-Be Followers of Jesus
Verse 57Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπουἂν ἀπέρχῃ,Κύριε.Verse 58Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς,Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴνκλίνῃ.Verse 59Εἶπε δὲ πρὸς ἕτερον,Ἀκολούθει μοι.Ὁ δὲ εἶπε,Κύριε, ἐπίτρεψόν μοιἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.Verse 60Εἶπε δὲ αὐτῷὁ Ἰησοῦς,Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.Verse 61Εἶπε δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.Verse 62Εἶπε δὲὁ Ἰησοῦς πρὸς αὐτόν,Οὐδείς, ἐπιβαλὼν τὴν χεῖρααὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστινεἰς τὴν βασιλείαν τοῦ Θεοῦ.