See Hebrew/Greek in BSB →
Jesus Sends Out the Seventy
10Verse 1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριοςκαὶ ἑτέρουςἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰδύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗἔμελλεν αὐτὸς ἔρχεσθαι.Verse 2Ἔλεγενοὖν πρὸς αὐτούς,Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπωςἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.Verse 3Ὑπάγετε· ἰδού,ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.Verse 4Μὴ βαστάζετεβαλάντιον, μὴ πήραν,μηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.Verse 5Εἰς ἣν δ᾽ ἂνοἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.Verse 6Καὶ ἐὰνᾖ ἐκεῖυἱὸς εἰρήνης,ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶςἀνακάμψει.Verse 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε,ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.Verse 8Καὶ εἰς ἣνἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,Verse 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.Verse 10Εἰς ἣν δ᾽ ἂν πόλινεἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,Verse 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖνἐκ τῆς πόλεωςὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτογινώσκετε, ὅτι ἤγγικενἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.Verse 12Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.Woe to the Unrepentant
Verse 13Οὐαί σοι,Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶΣιδῶνιἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷκαθήμεναι μετενόησαν.Verse 14Πλὴν Τύρῳ καὶΣιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν.Verse 15Καὶ σύ,Καπερναούμ,ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕωςᾍδουκαταβιβασθήσῃ.Verse 16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.The Return of the Seventy
Verse 17Ὑπέστρεψαν δὲ οἱἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.Verse 18Εἶπε δὲ αὐτοῖς,Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.Verse 19Ἰδού,δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴἀδικήσῃ.Verse 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετεδὲ ὅτι τὰ ὀνόματα ὑμῶνἐγράφη ἐν τοῖς οὐρανοῖς.Jesus Rejoices in the Spirit
Verse 21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατοτῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν,Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτωςἐγένετο εὐδοκία ἔμπροσθέν σου.Verse 22Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε,Πάνταμοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶςγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Verse 23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε,Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.Verse 24Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκεἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.The Parable of the Good Samaritan
Verse 25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν,καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;Verse 26Ὁ δὲ εἶπε πρὸς αὐτόν,Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;Verse 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅληςτῆς καρδίας σου, καὶἐξ ὅλης τῆς ψυχῆς σου, καὶἐξ ὅλης τῆς ἰσχύος σου, καὶἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡςσεαυτόν.Verse 28Εἶπε δὲ αὐτῷ,Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.Verse 29Ὁ δὲ θέλωνδικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον;Verse 30Ὑπολαβὼνδὲ ὁ Ἰησοῦς εἶπεν,Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰςἸεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆτυγχάνοντα.Verse 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.Verse 32Ὁμοίως δὲ καὶΛευΐτηςγενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.Verse 33Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτόν, καὶ ἰδὼναὐτὸν ἐσπλαγχνίσθη,Verse 34καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.Verse 35Καὶ ἐπὶ τὴν αὔριονἐξελθών, ἐκβαλὼνδύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεναὐτῷ, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.Verse 36Τίςοὖν τούτων τῶν τριῶνπλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;Verse 37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπενοὖν αὐτῷ ὁ Ἰησοῦς,Πορεύου, καὶ σὺ ποίει ὁμοίως.Jesus Visits Martha and Mary
Verse 38Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς,καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸνεἰς τὸν οἶκον αὐτῆς.Verse 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένηΜαρία,ἣ καὶπαρακαθίσασα παρὰ τοὺς πόδας τοῦἸησοῦ ἤκουετὸν λόγον αὐτοῦ.Verse 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην μεκατέλειπε διακονεῖν;Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.Verse 41Ἀποκριθεὶς δὲεἶπεν αὐτῇ ὁ Ἰησοῦς,Μάρθα, Μάρθα, μεριμνᾷς καὶτυρβάζῃ περὶ πολλά·Verse 42ἑνὸς δέ ἐστι χρεία·Μαρίαδὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεταιἀπ᾽ αὐτῆς.