See Hebrew/Greek in BSB →
Some Women Accompany Jesus
8Verse 1Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ,Verse 2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναιἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,Verse 3καὶἸωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶΣουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουναὐτοῖςἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.The Parable of the Sower
Verse 4Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς,Verse 5Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.Verse 6Καὶ ἕτερονἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.Verse 7Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶσυμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.Verse 8Καὶ ἕτερον ἔπεσενεἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα.Ταῦτα λέγων ἐφώνει,Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.The Purpose of Speaking in Parables
Verse 9Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,λέγοντες, Τίςεἴη ἡ παραβολὴ αὕτη;Verse 10Ὁ δὲ εἶπεν,Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.The Parable of the Sower Explained
Verse 11Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.Verse 12Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.Verse 13Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.Verse 14Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοισυμπνίγονται, καὶ οὐ τελεσφοροῦσι.Verse 15Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.A Lamp Under a Container
Verse 16Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτωκλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίαςἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς.Verse 17Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐγνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.Verse 18Βλέπετε οὖν πῶς ἀκούετε· ὃςγὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃςἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.Jesus' Mother and Brothers
Verse 19Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.Verse 20Καὶ ἀπηγγέλη αὐτῷ,λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖνσε θέλοντες.Verse 21Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς,Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντεςαὐτόν.Jesus Calms a Storm
Verse 22Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς,Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης.Καὶ ἀνήχθησαν.Verse 23Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον.Verse 24Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.Verse 25Εἶπε δὲ αὐτοῖς,Ποῦἐστιν ἡ πίστις ὑμῶν;Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;Jesus Heals a Demon-Possessed Man
Verse 26Καὶκατέπλευσαν εἰς τὴν χώραν τῶνΓαδαρηνῶν, ἥτις ἐστὶνἀντιπέραν τῆς Γαλιλαίας.Verse 27Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεναὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως,ὃς εἶχε δαιμόνιαἐκ χρόνων ἱκανῶν, καὶἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν.Verse 28Ἰδὼν δὲ τὸν Ἰησοῦν,καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.Verse 29Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶδιαρρήσσων τὰ δεσμὰ ἠλαύνετοὑπὸ τοῦδαίμονος εἰς τὰς ἐρήμους.Verse 30Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς,λέγων,Τί σοίἐστιν ὄνομα;Ὁ δὲ εἶπε,Λεγεών, ὅτιδαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν.Verse 31Καὶπαρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.Verse 32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶνβοσκομένων ἐν τῷ ὄρει· καὶπαρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.Verse 33Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπουεἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.Verse 34Ἰδόντες δὲ οἱ βόσκοντες τὸγεγενημένον ἔφυγον,καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.Verse 35Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶἦλθον πρὸς τὸν Ἰησοῦν, καὶεὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνιαἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.Verse 36Ἀπήγγειλαν δὲ αὐτοῖςκαὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.Verse 37Καὶἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶνΓαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰςτὸ πλοῖον ὑπέστρεψεν.Verse 38Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸνὁ Ἰησοῦς λέγων,Verse 39Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσαἐποίησέ σοι ὁ Θεός.Καὶ ἀπῆλθε, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.A Girl Restored to Life and a Woman Healed
Verse 40Ἐγένετο δὲ ἐν τῷὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.Verse 41Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομαἸάειρος, καὶαὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδαςτοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·Verse 42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶαὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.Verse 43Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτιςἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσενὑπ᾽ οὐδενὸς θεραπευθῆναι,Verse 44προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.Verse 45Καὶ εἶπεν ὁ Ἰησοῦς,Τίς ὁ ἁψάμενός μου;Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτροςκαὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι,καὶ λέγεις,Τίς ὁ ἁψάμενός μου;Verse 46Ὁ δὲ Ἰησοῦς εἶπεν,Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμινἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ.Verse 47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεναὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.Verse 48Ὁ δὲ εἶπεν αὐτῇ,Θάρσει,θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.Verse 49Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγωναὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου·μὴ σκύλλε τὸν διδάσκαλον.Verse 50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ,λέγων,Μὴ φοβοῦ· μόνονπίστευε, καὶ σωθήσεται.Verse 51Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖνοὐδένα, εἰ μὴ Πέτρον καὶἸωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.Verse 52Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε,Μὴ κλαίετε·οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.Verse 53Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.Verse 54Αὐτὸς δὲἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων,Ἡ παῖς,ἐγείρου.Verse 55Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.Verse 56Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.