Tools
Commentary

Luke 7 — TCG

See Hebrew/Greek in BSB →

Jesus Heals a Centurion's Servant

7Verse 1+Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς+Καπερναούμ.Verse 2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων+ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος.Verse 3Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.Verse 4Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ+παρέξει τοῦτο·Verse 5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.Verse 6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε+πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ+εἰμι ἱκανὸς ἵνα+ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·Verse 7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν·+ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ+ἰαθήσεται ὁ παῖς μου.Verse 8Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.Verse 9Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε,Λέγω ὑμῖν,+οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.Verse 10Καὶ ὑποστρέψαντες+οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν+ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.

Jesus Raises a Widow's Son

Verse 11Καὶ ἐγένετο ἐν+τῷ ἑξῆς,+ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ+ἱκανοί, καὶ ὄχλος πολύς.Verse 12Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς,+υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ+αὐτὴ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς+σὺν αὐτῇ.Verse 13Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ,Μὴ κλαῖε.Verse 14Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπε,Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.Verse 15Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.Verse 16Ἔλαβε δὲ φόβος+πάντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι Προφήτης μέγας+ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.Verse 17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ+ἐν πάσῃ τῇ περιχώρῳ.

Messengers from John the Baptist

Verse 18Καὶ ἀπήγγειλαν+Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.Verse 19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ+Ἰωάννης ἔπεμψε πρὸς τὸν+Ἰησοῦν, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ+ἄλλον προσδοκῶμεν;Verse 20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες+εἶπον,+Ἰωάννης ὁ βαπτιστὴς+ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ+ἄλλον προσδοκῶμεν;Verse 21Ἐν+αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο+τὸ βλέπειν.Verse 22Καὶ ἀποκριθεὶς+ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Πορευθέντες ἀπαγγείλατε+Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε·+ὅτι τυφλοὶ ἀναβλέπουσι,+χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται,+κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·Verse 23καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.Verse 24Ἀπελθόντων δὲ τῶν+ἀγγέλων+Ἰωάννου, ἤρξατο λέγειν+τοῖς ὄχλοις περὶ+Ἰωάννου,Τί+ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;Verse 25Ἀλλὰ τί+ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.Verse 26Ἀλλὰ τί+ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.Verse 27Οὗτός ἐστι περὶ οὗ γέγραπται,
Ἰδού,+ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Verse 28Λέγω+γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν+προφήτης+Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ+μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.Verse 29Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα+Ἰωάννου·Verse 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.Verse 31+Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;Verse 32Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις,+καὶ λέγουσιν,
Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·
ἐθρηνήσαμεν+ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
Verse 33Ἐλήλυθε γὰρ+Ἰωάννης ὁ βαπτιστὴς+μήτε ἄρτον ἐσθίων μήτε+οἶνον πίνων, καὶ λέγετε, Δαιμόνιον ἔχει·Verse 34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου+ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης,+φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.Verse 35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ+τῶν τέκνων αὐτῆς πάντων.

Jesus Forgives a Sinful Woman

Verse 36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς+τὴν οἰκίαν τοῦ Φαρισαίου+ἀνεκλίθη.Verse 37Καὶ ἰδού, γυνὴ+ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός,+ἐπιγνοῦσα ὅτι+ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,Verse 38καὶ στᾶσα+παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα,+ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ.Verse 39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν+προφήτης,+ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.Verse 40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν,Σίμων, ἔχω σοί τι εἰπεῖν.Ὁ δέ+φησι, Διδάσκαλε, εἰπέ.Verse 41Δύο+χρεωφειλέται ἦσαν+δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.Verse 42Μὴ ἐχόντων+δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν,+εἰπέ, πλεῖον+αὐτὸν ἀγαπήσει;Verse 43Ἀποκριθεὶς+δὲ+ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ,Ὀρθῶς ἔκρινας.Verse 44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη,Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ+ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ+τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.Verse 45Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς+εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.Verse 46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ+μου τοὺς πόδας.Verse 47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.Verse 48Εἶπε δὲ αὐτῇ,Ἀφέωνταί σου αἱ ἁμαρτίαι.Verse 49Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;Verse 50Εἶπε δὲ πρὸς τὴν γυναῖκα,Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?