Tools
Commentary

Luke 6 — TCG

See Hebrew/Greek in BSB →

Jesus Is Lord of the Sabbath

6Verse 1Ἐγένετο δὲ ἐν σαββάτῳ+δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ+τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ+τοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί.Verse 2Τινὲς δὲ τῶν Φαρισαίων+εἶπον+αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστι+ποιεῖν ἐν τοῖς σάββασι;Verse 3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς,Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε+Δαυίδ,+ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ+ὄντες;Verse 4Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως+ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε+καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;Verse 5Καὶ ἔλεγεν αὐτοῖς+ὅτιΚύριός ἐστιν+ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Jesus Heals a Man with a Withered Hand

Verse 6Ἐγένετο δὲ+καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν+ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.Verse 7+Παρετήρουν+δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ+ἐν τῷ σαββάτῳ+θεραπεύσει· ἵνα εὕρωσι+κατηγορίαν αὐτοῦ.Verse 8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν,+καὶ εἶπε τῷ+ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα,+Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον.+Ὁ δὲ ἀναστὰς ἔστη.Verse 9Εἶπεν+οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς,+Ἐπερωτήσω ὑμᾶς+τι, Ἔξεστι+τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ+ἀποκτεῖναι;Verse 10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν+αὐτῷ,Ἔκτεινον τὴν χεῖρά σου.Ὁ δὲ+ἐποίησε καὶ+ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ+ὑγιὴς ὡς ἡ ἄλλη.Verse 11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν+ποιήσειαν τῷ Ἰησοῦ.

The Twelve Apostles

Verse 12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις+ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.Verse 13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,Verse 14Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,+Ἰάκωβον καὶ+Ἰωάννην,+Φίλιππον καὶ Βαρθολομαῖον,Verse 15+Ματθαῖον καὶ Θωμᾶν,+Ἰάκωβον+τὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,Verse 16+Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν+Ἰσκαριώτην, ὃς+καὶ ἐγένετο προδότης.

Jesus Ministers to Great Crowds

Verse 17Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ+ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ+Σιδῶνος, οἳ+ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·Verse 18καὶ οἱ+ὀχλούμενοι+ὑπὸ πνευμάτων ἀκαθάρτων,+καὶ ἐθεραπεύοντο.Verse 19Καὶ πᾶς ὁ ὄχλος+ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

The Beatitudes

Verse 20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε,
Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
Verse 21Μακάριοι οἱ πεινῶντες νῦν,
ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε.
Verse 22Μακάριοί ἐστε, ὅταν+μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Verse 23+Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ+ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
Verse 24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις,
ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
Verse 25Οὐαὶ ὑμῖν, οἱ+ἐμπεπλησμένοι,
ὅτι πεινάσετε.
Οὐαὶ+ὑμῖν, οἱ γελῶντες νῦν,
ὅτι πενθήσετε καὶ κλαύσετε.
Verse 26+Οὐαὶ ὅταν+καλῶς ὑμᾶς εἴπωσιν+οἱ ἄνθρωποι· κατὰ+ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

Love for Enemies

Verse 27+Ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς+μισοῦσιν ὑμᾶς,Verse 28εὐλογεῖτε τοὺς καταρωμένους+ὑμῖν,+προσεύχεσθε+ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.Verse 29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.Verse 30Παντὶ+δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.Verse 31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι,+καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.Verse 32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.Verse 33+Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ+γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.Verse 34Καὶ ἐὰν+δανείζητε παρ᾽ ὧν+ἐλπίζετε+ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ+γὰρ+ἁμαρτωλοὶ ἁμαρτωλοῖς+δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα.Verse 35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ+δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ+ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.Verse 36+Γίνεσθε+οὖν+οἰκτίρμονες, καθὼς+καὶ ὁ πατὴρ ὑμῶν+οἰκτίρμων ἐστί.

Judging Others

Verse 37+Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.+Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·Verse 38δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον+καὶ σεσαλευμένον+καὶ+ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.+Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.Verse 39Εἶπε+δὲ παραβολὴν αὐτοῖς,Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον+πεσοῦνται;Verse 40Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον+αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.Verse 41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;Verse 42+Ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις+ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.

A Tree Is Known by Its Fruit

Verse 43Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν·+οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.Verse 44Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ+γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου+τρυγῶσι σταφυλήν.Verse 45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας+αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς+ἄνθρωπος ἐκ τοῦ πονηροῦ+θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ+τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

The Two Foundations

Verse 46Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;Verse 47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·Verse 48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν,+ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν·+πλημμύρας δὲ γενομένης,+προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν·+τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.Verse 49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι+οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ+προσέρρηξεν ὁ ποταμός, καὶ+εὐθέως+ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?