See Hebrew/Greek in BSB →
Jesus Calls His First Disciples
5Verse 1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷτοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼςπαρὰ τὴν λίμνηνΓεννησαρέτ·Verse 2καὶ εἶδεδύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲἁλιεῖςἀποβάντες ἀπ᾽ αὐτῶνἀπέπλυναν τὰ δίκτυα.Verse 3Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦντοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον.Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.Verse 4Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα,Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.Verse 5Καὶ ἀποκριθεὶςὁ Σίμων εἶπεναὐτῷ, Ἐπιστάτα, δι᾽ ὅληςτῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσωτὸ δίκτυον.Verse 6Καὶ τοῦτο ποιήσαντες, συνέκλεισανπλῆθος ἰχθύων πολύ·διερρήγνυτο δὲτὸ δίκτυον αὐτῶν·Verse 7καὶ κατένευσαν τοῖς μετόχοιςτοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.Verse 8Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασινἸησοῦ, λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.Verse 9Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύωνᾗ συνέλαβον·Verse 10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶἸωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωναὁ Ἰησοῦς,Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.Verse 11Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντεςἅπαντα, ἠκολούθησαν αὐτῷ.Jesus Cleanses a Man with Leprosy
Verse 12Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας·καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.Verse 13Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ,εἰπών,Θέλω, καθαρίσθητι.Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.Verse 14Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν·Ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶπροσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεΜωσῆς, εἰς μαρτύριον αὐτοῖς.Verse 15Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαιὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν.Verse 16Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.Jesus Heals a Paralytic
Verse 17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαιαὐτούς.Verse 18Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶκλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶθεῖναι ἐνώπιον αὐτοῦ·Verse 19καὶ μὴ εὑρόντεςποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷκλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.Verse 20Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεναὐτῷ,Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.Verse 21Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναταιἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;Verse 22Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς,Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;Verse 23Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν,Ἔγειραι καὶ περιπάτει;Verse 24Ἵνα δὲ εἰδῆτε ὅτιἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπε τῷ παραλελυμένῳ—Σοὶ λέγω,ἔγειραι, καὶ ἄρας τὸκλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.Verse 25Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεόν.Verse 26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτιΕἴδομεν παράδοξα σήμερον.Jesus Calls Levi
Verse 27Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματιΛευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ,Ἀκολούθει μοι.Verse 28Καὶ καταλιπὼνἅπαντα, ἀναστὰςἠκολούθησεν αὐτῷ.Verse 29Καὶ ἐποίησε δοχὴν μεγάληνΛευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλοςτελωνῶν πολύς, καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.Verse 30Καὶ ἐγόγγυζον οἱγραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰτῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;Verse 31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς,Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ,ἀλλ᾽ οἱ κακῶς ἔχοντες.Verse 32Οὐκ ἐλήλυθα καλέσαι δικαίους,ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.A Question About Fasting
Verse 33Οἱ δὲεἶπον πρὸς αὐτόν,Διὰ τί οἱ μαθηταὶἸωάννου νηστεύουσι πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;Verse 34Ὁδὲ εἶπε πρὸς αὐτούς,Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαινηστεύειν;Verse 35Ἐλεύσονται δὲ ἡμέραι,καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.Verse 36Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτιΟὐδεὶς ἐπίβλημαἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸνσχίζει, καὶ τῷ παλαιῷ οὐσυμφωνεῖτὸ ἀπὸ τοῦ καινοῦ.Verse 37Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁνέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.Verse 38Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον,καὶ ἀμφότεροι συντηροῦνται.Verse 39Καὶ οὐδεὶς πιὼν παλαιὸνεὐθέως θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸςχρηστότερός ἐστιν.