Luke 3 — TCG See Hebrew/Greek in BSB → The Preaching of John the Baptist3Verse 1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου+Πιλάτου τῆς Ἰουδαίας, καὶ+τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ+τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς+Ἀβιληνῆς+τετραρχοῦντος,Verse 2+ἐπὶ+ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ+Ἰωάννην τὸν+Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.Verse 3Καὶ ἦλθεν εἰς πᾶσαν+τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·Verse 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,+λέγοντος,Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.Verse 5Πᾶσα φάραγξ πληρωθήσεται,καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·καὶ ἔσται τὰ σκολιὰ εἰς+εὐθεῖαν,καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·Verse 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.Verse 7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;Verse 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.Verse 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.Verse 10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν+ποιήσομεν;Verse 11Ἀποκριθεὶς δὲ+λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.Verse 12Ἦλθον δὲ καὶ τελῶναι+βαπτισθῆναι, καὶ+εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί+ποιήσομεν;Verse 13Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.Verse 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες,+Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε+πρὸς αὐτούς, Μηδένα+διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.Verse 15Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ+Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,Verse 16ἀπεκρίνατο+ὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·Verse 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,+καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.Verse 18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο+τὸν λαόν·Verse 19ὁ δὲ Ἡρῴδης ὁ+τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς+τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης,Verse 20προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι,+καὶ κατέκλεισε τὸν+Ἰωάννην ἐν+τῇ φυλακῇ.The Baptism of JesusVerse 21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν,Verse 22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει+ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι,+λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ+εὐδόκησα.The Genealogy of JesusVerse 23Καὶ αὐτὸς ἦν+ὁ Ἰησοῦς+ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν—+ὡς ἐνομίζετο—υἱὸς Ἰωσήφ, τοῦ+Ἡλί,Verse 24τοῦ+Ματθάτ, τοῦ+Λευΐ, τοῦ+Μελχί, τοῦ+Ἰαννά, τοῦ Ἰωσήφ,Verse 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ+Ἐσλί, τοῦ Ναγγαί,Verse 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ+Σεμεΐ, τοῦ+Ἰωσήφ, τοῦ+Ἰούδα,Verse 27τοῦ+Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ+Νηρί,Verse 28τοῦ+Μελχί, τοῦ+Ἀδδί, τοῦ Κωσάμ, τοῦ+Ἐλμωδάμ, τοῦ Ἤρ,Verse 29τοῦ+Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ+Ἰωρείμ, τοῦ+Ματθάτ, τοῦ+Λευΐ,Verse 30τοῦ+Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ+Ἰωνάν, τοῦ+Ἐλιακείμ,Verse 31τοῦ Μελεᾶ, τοῦ+Μαϊνάν, τοῦ Ματταθά, τοῦ+Ναθάν, τοῦ+Δαυίδ,Verse 32τοῦ Ἰεσσαί, τοῦ+Ὠβήδ, τοῦ+Βοόζ, τοῦ+Σαλμών, τοῦ Ναασσών,Verse 33τοῦ+Ἀμιναδάβ, τοῦ+Ἀράμ, τοῦ+Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,Verse 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ+Θάρα, τοῦ Ναχώρ,Verse 35τοῦ+Σερούχ, τοῦ+Ῥαγαῦ, τοῦ+Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά,Verse 36τοῦ+Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,Verse 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ+Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ+Καϊνάν,Verse 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ. Chapter 2 Chapter 4
Luke 3 — TCG
See Hebrew/Greek in BSB →
The Preaching of John the Baptist
3Verse 1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου+Πιλάτου τῆς Ἰουδαίας, καὶ+τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ+τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς+Ἀβιληνῆς+τετραρχοῦντος,Verse 2+ἐπὶ+ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ+Ἰωάννην τὸν+Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.Verse 3Καὶ ἦλθεν εἰς πᾶσαν+τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·Verse 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,+λέγοντος,Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Verse 5Πᾶσα φάραγξ πληρωθήσεται,
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·
καὶ ἔσται τὰ σκολιὰ εἰς+εὐθεῖαν,
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Verse 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.Verse 7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;Verse 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.Verse 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.Verse 10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν+ποιήσομεν;Verse 11Ἀποκριθεὶς δὲ+λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.Verse 12Ἦλθον δὲ καὶ τελῶναι+βαπτισθῆναι, καὶ+εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί+ποιήσομεν;Verse 13Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.Verse 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες,+Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε+πρὸς αὐτούς, Μηδένα+διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.Verse 15Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ+Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,Verse 16ἀπεκρίνατο+ὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·Verse 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,+καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.Verse 18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο+τὸν λαόν·Verse 19ὁ δὲ Ἡρῴδης ὁ+τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς+τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης,Verse 20προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι,+καὶ κατέκλεισε τὸν+Ἰωάννην ἐν+τῇ φυλακῇ.
The Baptism of Jesus
Verse 21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν,Verse 22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει+ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι,+λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ+εὐδόκησα.The Genealogy of Jesus
Verse 23Καὶ αὐτὸς ἦν+ὁ Ἰησοῦς+ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν—+ὡς ἐνομίζετο—υἱὸς Ἰωσήφ, τοῦ+Ἡλί,Verse 24τοῦ+Ματθάτ, τοῦ+Λευΐ, τοῦ+Μελχί, τοῦ+Ἰαννά, τοῦ Ἰωσήφ,Verse 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ+Ἐσλί, τοῦ Ναγγαί,Verse 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ+Σεμεΐ, τοῦ+Ἰωσήφ, τοῦ+Ἰούδα,Verse 27τοῦ+Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ+Νηρί,Verse 28τοῦ+Μελχί, τοῦ+Ἀδδί, τοῦ Κωσάμ, τοῦ+Ἐλμωδάμ, τοῦ Ἤρ,Verse 29τοῦ+Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ+Ἰωρείμ, τοῦ+Ματθάτ, τοῦ+Λευΐ,Verse 30τοῦ+Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ+Ἰωνάν, τοῦ+Ἐλιακείμ,Verse 31τοῦ Μελεᾶ, τοῦ+Μαϊνάν, τοῦ Ματταθά, τοῦ+Ναθάν, τοῦ+Δαυίδ,Verse 32τοῦ Ἰεσσαί, τοῦ+Ὠβήδ, τοῦ+Βοόζ, τοῦ+Σαλμών, τοῦ Ναασσών,Verse 33τοῦ+Ἀμιναδάβ, τοῦ+Ἀράμ, τοῦ+Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,Verse 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ+Θάρα, τοῦ Ναχώρ,Verse 35τοῦ+Σερούχ, τοῦ+Ῥαγαῦ, τοῦ+Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά,Verse 36τοῦ+Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,Verse 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ+Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ+Καϊνάν,Verse 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.