Luke 2 — TCG
The Birth of Jesus
2Verse 1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.Verse 2Αὕτη+ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.Verse 3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν+ἰδίαν πόλιν.Verse 4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως+Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν+Δαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς+Δαυίδ,Verse 5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ+μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ+ἐγκύῳ.Verse 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.Verse 7Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν+τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.Angels Announce Jesus' Birth to Shepherds
Verse 8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.Verse 9Καὶ+ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.Verse 10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·Verse 11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει+Δαυίδ.Verse 12Καὶ τοῦτο ὑμῖν+τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον,+κείμενον ἐν+φάτνῃ.Verse 13Καὶ+ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,Verse 14Δόξα ἐν ὑψίστοις Θεῷ,καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις+εὐδοκία.Verse 15Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι,+καὶ οἱ ἄνθρωποι οἱ ποιμένες+εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.Verse 16Καὶ+ἦλθον σπεύσαντες, καὶ+ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.Verse 17Ἰδόντες δὲ+διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.Verse 18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.Verse 19Ἡ δὲ+Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα,+συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.Verse 20Καὶ+ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.Verse 21Καὶ ὅτε ἐπλήσθησαν+ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν+αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ+συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Jesus Presented at the Temple
Verse 22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ+αὐτῶν κατὰ τὸν νόμον+Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ—Verse 23καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται—Verse 24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν+νόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο+νεοσσοὺς περιστερῶν.Verse 25Καὶ ἰδού,+ἦν ἄνθρωπος ἐν+Ἱερουσαλήμ, ᾧ ὄνομα+Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα+ἦν Ἅγιον ἐπ᾽ αὐτόν.Verse 26Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν+ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.Verse 27Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,Verse 28καὶ αὐτὸς ἐδέξατο+αὐτὸ εἰς τὰς ἀγκάλας+αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,Verse 29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
Verse 30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
Verse 31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
Verse 32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Verse 33Καὶ ἦν+Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.Verse 34Καὶ εὐλόγησεν αὐτοὺς+Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·Verse 35καὶ σοῦ+δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.Verse 36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα+ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς+παρθενίας αὐτῆς,Verse 37καὶ+αὕτη χήρα+ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο+ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.Verse 38Καὶ+αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ+Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν+ἐν Ἱερουσαλήμ.