Tools
Commentary

Luke 24 — TCG

See Hebrew/Greek in BSB →

The Resurrection

24Verse 1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου+βαθέος,+ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα,+καί τινες σὺν αὐταῖς.Verse 2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.Verse 3+Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα+τοῦ Κυρίου Ἰησοῦ.Verse 4Καὶ ἐγένετο ἐν τῷ+διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού,+ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν+ἐσθήσεσιν ἀστραπτούσαις·Verse 5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ+κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν,+εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;Verse 6Οὐκ ἔστιν ὧδε,+ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,Verse 7λέγων+ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.Verse 8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,Verse 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.Verse 10Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ+Ἰωάννα καὶ Μαρία+Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς,+αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.Verse 11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα+αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.Verse 12Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια+κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς+ἑαυτὸν θαυμάζων τὸ γεγονός.

The Road to Emmaus

Verse 13Καὶ ἰδού, δύο ἐξ αὐτῶν+ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.Verse 14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.Verse 15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ+συζητεῖν, καὶ αὐτὸς+ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.Verse 16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.Verse 17Εἶπε δὲ πρὸς αὐτούς,Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί+ἐστε σκυθρωποί;Verse 18Ἀποκριθεὶς δὲ+ὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς+Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;Verse 19Καὶ εἶπεν αὐτοῖς,Ποῖα;Οἱ δὲ+εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ+Ναζωραίου,+ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ·Verse 20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.Verse 21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά+γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει+σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο.Verse 22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι+ὄρθριαι ἐπὶ τὸ μνημεῖον·Verse 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ,+ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.Verse 24Καὶ+ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς+καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.Verse 25Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς,Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·Verse 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;Verse 27Καὶ ἀρξάμενος ἀπὸ+Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν,+διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.Verse 28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς+προσεποιεῖτο+πορρωτέρω πορεύεσθαι.Verse 29Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ+κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.Verse 30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.Verse 31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.Verse 32Καὶ+εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν+ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,+καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;Verse 33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον+συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,Verse 34λέγοντας ὅτι+Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι.Verse 35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Jesus Appears to the Disciples

Verse 36Ταῦτα δὲ αὐτῶν λαλούντων,+αὐτὸς+ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν,+καὶ λέγει αὐτοῖς,Εἰρήνη ὑμῖν.Verse 37Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.Verse 38Καὶ εἶπεν αὐτοῖς,Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν+ταῖς καρδίαις ὑμῶν;Verse 39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι+αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.Verse 40Καὶ τοῦτο εἰπὼν+ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.Verse 41Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς,Ἔχετέ τι βρώσιμον ἐνθάδε;Verse 42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος,+καὶ ἀπὸ μελισσίου κηρίου.Verse 43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.Verse 44Εἶπε δὲ+αὐτοῖς,Οὗτοι οἱ+λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ+Μωσέως καὶ+προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.Verse 45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς·Verse 46καὶ εἶπεν αὐτοῖς ὅτιΟὕτω γέγραπται,+καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,Verse 47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν+καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη,+ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ.Verse 48Ὑμεῖς+δέ ἐστε μάρτυρες τούτων.Verse 49+Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει+Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε+δύναμιν ἐξ ὕψους.

The Ascension

Verse 50Ἐξήγαγε δὲ αὐτοὺς+ἔξω ἕως+εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.Verse 51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.Verse 52Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·Verse 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ,+αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν.+Ἀμήν.+
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?