See Hebrew/Greek in BSB →
The Word Became Flesh
1Verse 1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.Verse 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.Verse 3Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.Verse 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,Verse 5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.Verse 6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷἸωάννης.Verse 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.Verse 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.Verse 9Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.Verse 10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.Verse 11Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.Verse 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·Verse 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.Verse 14Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας.Verse 15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦνὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.Verse 16Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.Verse 17Ὅτι ὁ νόμος διὰΜωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.Verse 18Θεὸν οὐδεὶς ἑώρακε πώποτε·ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.The Identity of John the Baptist
Verse 19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦἸωάννου, ὅτεἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶΛευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;Verse 20Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτιΟὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.Verse 21Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν;Ἠλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ.Verse 22Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;Verse 23Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.Verse 24Καὶοἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.Verse 25Καὶ ἠρώτησαν αὐτόν, καὶεἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός,οὔτε Ἠλίας, οὔτε ὁ προφήτης;Verse 26Ἀπεκρίθη αὐτοῖς ὁἸωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσοςδὲ ὑμῶνἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.Verse 27Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος,ὃς ἔμπροσθέν μου γέγονεν· οὗἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.Verse 28Ταῦτα ἐνΒηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦνἸωάννης βαπτίζων.The Lamb of God
Verse 29Τῇ ἐπαύριονβλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.Verse 30Οὗτός ἐστιπερὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.Verse 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐντῷ ὕδατι βαπτίζων.Verse 32Καὶ ἐμαρτύρησενἸωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνονὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.Verse 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.Verse 34Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁυἱὸς τοῦ Θεοῦ.Jesus Calls His First Disciples
Verse 35Τῇ ἐπαύριον πάλινεἱστήκειὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·Verse 36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.Verse 37Καὶ ἤκουσαναὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.Verse 38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς,Τί ζητεῖτε;Οἱ δὲεἶπον αὐτῷ,Ῥαββί—ὃ λέγεταιἑρμηνευόμενον, Διδάσκαλε—ποῦ μένεις;Verse 39Λέγει αὐτοῖς,Ἔρχεσθε καὶἴδετε.Ἦλθον καὶεἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην·ὥρα ἦν ὡς δεκάτη.Verse 40Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰἸωάννου καὶ ἀκολουθησάντων αὐτῷ.Verse 41Εὑρίσκει οὗτοςπρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸνΜεσίαν—ὅ ἐστι μεθερμηνευόμενον,Χριστός.Verse 42Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε,Σὺ εἶ Σίμων ὁ υἱὸςἸωνᾶ· σὺ κληθήσῃ Κηφᾶς—ὃ ἑρμηνεύεται Πέτρος.Jesus Calls Philip and Nathanael
Verse 43Τῇ ἐπαύριονἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷὁ Ἰησοῦς,Ἀκολούθει μοι.Verse 44Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.Verse 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεΜωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦντὸν υἱὸντοῦ Ἰωσὴφ τὸν ἀπὸΝαζαρέτ.Verse 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἘκΝαζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷΦίλιππος, Ἔρχου καὶ ἴδε.Verse 47Εἶδενὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ,Ἴδε ἀληθῶςἸσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.Verse 48Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ,Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.Verse 49ἈπεκρίθηΝαθαναὴλ καὶ λέγει αὐτῷ,Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺεἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.Verse 50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ,Ὅτι εἶπόνσοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτωνὄψει.Verse 51Καὶ λέγει αὐτῷ,Ἀμὴν ἀμὴν λέγω ὑμῖν,ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.