Tools
Commentary

Luke 23 — TCG

See Hebrew/Greek in BSB →

Jesus Brought Before Pilate

23Verse 1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν,+ἤγαγον αὐτὸν ἐπὶ τὸν+Πιλάτον.Verse 2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον+εὕρομεν διαστρέφοντα τὸ+ἔθνος, καὶ κωλύοντα+Καίσαρι φόρους διδόναι,+λέγοντα+ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.Verse 3Ὁ δὲ+Πιλάτος+ἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη,Σὺ λέγεις.Verse 4Ὁ δὲ+Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς+ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.Verse 5Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας,+ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Jesus Brought Before Herod

Verse 6+Πιλάτος δὲ ἀκούσας+Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι.Verse 7Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς+Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.Verse 8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη+λίαν· ἦν γὰρ+θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ+ἀκούειν+πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ+γινόμενον.Verse 9Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.Verse 10+Εἱστήκεισαν δὲ οἱ+ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ.Verse 11Ἐξουθενήσας δὲ αὐτὸν+ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν+αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ+Πιλάτῳ.Verse 12Ἐγένοντο δὲ φίλοι ὅ τε+Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς+ἑαυτούς.

The Crowd Calls For Jesus' Crucifixion

Verse 13+Πιλάτος δὲ+συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,Verse 14εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας+οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·Verse 15ἀλλ᾽ οὐδὲ Ἡρῴδης·+ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.Verse 16Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.Verse 17+Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.Verse 18+Ἀνέκραξαν δὲ+παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν+Βαραββᾶν·Verse 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον+βεβλημένος εἰς φυλακήν.Verse 20Πάλιν+οὖν ὁ+Πιλάτος+προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.Verse 21Οἱ δὲ ἐπεφώνουν, λέγοντες,+Σταύρωσον, σταύρωσον αὐτόν.Verse 22Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν+αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.Verse 23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν+καὶ τῶν ἀρχιερέων.Verse 24+Ὁ δὲ+Πιλάτος+ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.Verse 25Ἀπέλυσε+δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς+τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.

The Crucifixion

Verse 26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι+Σίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν+ὄπισθεν τοῦ Ἰησοῦ.Verse 27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ+καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.Verse 28Στραφεὶς δὲ πρὸς αὐτὰς+ὁ Ἰησοῦς εἶπε,Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.Verse 29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ+κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ+ἐθήλασαν.Verse 30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι,+Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς.Verse 31Ὅτι εἰ ἐν+τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;Verse 32Ἤγοντο δὲ καὶ ἕτεροι+δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.Verse 33Καὶ ὅτε+ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.Verse 34+Ὁ δὲ Ἰησοῦς ἔλεγε,Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι.Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ,+ἔβαλον+κλῆρον.Verse 35Καὶ+εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες+σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός,+ὁ τοῦ Θεοῦ ἐκλεκτός.Verse 36+Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι+καὶ ὄξος προσφέροντες αὐτῷ,Verse 37καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.Verse 38Ἦν δὲ καὶ ἐπιγραφὴ+γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν+Ἰουδαίων.Verse 39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν,+λέγων,+Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.Verse 40Ἀποκριθεὶς δὲ ὁ ἕτερος+ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;Verse 41Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.Verse 42Καὶ ἔλεγε+τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς+ἐν τῇ βασιλείᾳ σου.Verse 43Καὶ εἶπεν αὐτῷ+ὁ Ἰησοῦς,Ἀμὴν+λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

The Death of Jesus

Verse 44+Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας+ἐνάτης.Verse 45+Καὶ ἐσκοτίσθη ὁ ἥλιος,+καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.Verse 46Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε,Πάτερ, εἰς χεῖράς σου+παραθήσομαι τὸ πνεῦμά μου·+καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.Verse 47Ἰδὼν δὲ ὁ+ἑκατόνταρχος τὸ γενόμενον,+ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.Verse 48Καὶ πάντες οἱ+συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην,+θεωροῦντες τὰ γενόμενα, τύπτοντες+ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.Verse 49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ+αὐτοῦ+μακρόθεν, καὶ γυναῖκες αἱ+συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

The Burial of Jesus

Verse 50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,+ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—Verse 51οὗτος οὐκ ἦν+συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς+καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ·Verse 52οὗτος προσελθὼν τῷ+Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.Verse 53Καὶ καθελὼν+αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν+αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν+οὐδέπω οὐδεὶς κείμενος.Verse 54Καὶ ἡμέρα ἦν+Παρασκευή, σάββατον ἐπέφωσκε.Verse 55Κατακολουθήσασαι δὲ+γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι+αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.Verse 56Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?