Tools
Commentary

Luke 22 — TCG

See Hebrew/Greek in BSB →

The Plot to Kill Jesus

22Verse 1Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.Verse 2Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.Verse 3Εἰσῆλθε δὲ+Σατανᾶς εἰς Ἰούδαν τὸν+ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.Verse 4Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ+στρατηγοῖς τὸ πῶς+αὐτὸν παραδῷ αὐτοῖς.Verse 5Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ+ἀργύριον δοῦναι.Verse 6Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν+αὐτοῖς ἄτερ ὄχλου.

The Preparation of the Passover

Verse 7Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων,+ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.Verse 8Καὶ ἀπέστειλε Πέτρον καὶ+Ἰωάννην, εἰπών,Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.Verse 9Οἱ δὲ+εἶπον αὐτῷ, Ποῦ θέλεις+ἑτοιμάσομεν;Verse 10Ὁ δὲ εἶπεν αὐτοῖς,Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν+οὗ εἰσπορεύεται.Verse 11Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;Verse 12Κἀκεῖνος ὑμῖν δείξει+ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.Verse 13Ἀπελθόντες δὲ εὗρον καθὼς+εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

The Institution of the Lord's Supper

Verse 14Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ+δώδεκα ἀπόστολοι σὺν αὐτῷ.Verse 15Καὶ εἶπε πρὸς αὐτούς,Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·Verse 16λέγω γὰρ ὑμῖν ὅτι+οὐκέτι οὐ μὴ φάγω+ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 17Καὶ δεξάμενος+ποτήριον, εὐχαριστήσας εἶπε,Λάβετε τοῦτο, καὶ διαμερίσατε+ἑαυτοῖς·Verse 18λέγω γὰρ ὑμῖν+ὅτι οὐ μὴ πίω ἀπὸ+τοῦ+γενήματος τῆς ἀμπέλου, ἕως+ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.Verse 19Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων,Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.Verse 20+Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων,Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν+ἐκχυνόμενον.Verse 21Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.Verse 22+Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου+πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.Verse 23Καὶ αὐτοὶ ἤρξαντο+συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

The Dispute About Greatness

Verse 24Ἐγένετο δὲ καὶ+φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.Verse 25Ὁ δὲ εἶπεν αὐτοῖς,Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.Verse 26Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν+γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.Verse 27Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν;+Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ+εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.Verse 28Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·Verse 29κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν,Verse 30ἵνα+ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης+μου καὶ+καθίσεσθε ἐπὶ θρόνων,+κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Jesus Predicts Peter's Denial

Verse 31+Εἶπε δὲ ὁ Κύριος,Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ+σινιάσαι ὡς τὸν σῖτον·Verse 32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ+ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας+στήριξον τοὺς ἀδελφούς σου.Verse 33Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.Verse 34Ὁ δὲ εἶπε,Λέγω σοι, Πέτρε, οὐ+μὴ φωνήσῃ σήμερον ἀλέκτωρ,+πρὶν ἢ τρὶς+ἀπαρνήσῃ μὴ εἰδέναι με.

Moneybag, Knapsack, and Sword

Verse 35Καὶ εἶπεν αὐτοῖς,Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ+βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος+ὑστερήσατε;Οἱ δὲ+εἶπον,+Οὐθενός.Verse 36Εἶπεν+οὖν αὐτοῖς,Ἀλλὰ νῦν ὁ ἔχων+βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων,+πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ+ἀγοράσει μάχαιραν.Verse 37Λέγω γὰρ ὑμῖν ὅτι+ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ+τὰ περὶ ἐμοῦ τέλος ἔχει.Verse 38Οἱ δὲ+εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς,Ἱκανόν ἐστι.

Jesus Prays on the Mount of Olives

Verse 39Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ+αὐτοῦ.Verse 40Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς,Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.Verse 41Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο,Verse 42λέγων,Πάτερ, εἰ βούλει+παρενεγκεῖν+τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν+γενέσθω.Verse 43+Ὤφθη δὲ αὐτῷ ἄγγελος+ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.Verse 44Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο.+Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.Verse 45Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς+μαθητὰς εὗρεν+αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,Verse 46καὶ εἶπεν αὐτοῖς,Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

Jesus Arrested

Verse 47Ἔτι+δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα,+προήρχετο+αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι+αὐτόν.Verse 48+Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;Verse 49Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον+εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν+μαχαίρᾳ;Verse 50Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν+τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν+αὐτοῦ τὸ οὖς τὸ δεξιόν.Verse 51Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,Ἐᾶτε ἕως τούτου.Καὶ ἁψάμενος τοῦ ὠτίου+αὐτοῦ, ἰάσατο αὐτόν.Verse 52Εἶπε δὲ+ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους+ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους,Ὡς ἐπὶ λῃστὴν+ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;Verse 53Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ.+Ἀλλ᾽ αὕτη+ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.

Peter Denies Jesus

Verse 54Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον+αὐτὸν εἰς+τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.Verse 55+Ἁψάντων δὲ+πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ+συγκαθισάντων+αὐτῶν, ἐκάθητο ὁ Πέτρος+ἐν μέσῳ αὐτῶν.Verse 56Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν.Verse 57Ὁ δὲ ἠρνήσατο+αὐτόν, λέγων,+Γύναι, οὐκ οἶδα αὐτόν.Verse 58Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος+εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί.Verse 59Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.Verse 60Εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν+ἀλέκτωρ.Verse 61Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ+λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτιΠρὶν ἀλέκτορα+φωνῆσαι, ἀπαρνήσῃ με τρίς.Verse 62Καὶ ἐξελθὼν ἔξω+ὁ Πέτρος ἔκλαυσε πικρῶς.

Jesus Is Mocked and Beaten

Verse 63Καὶ οἱ ἄνδρες οἱ συνέχοντες+τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ,+δέροντες.Verse 64Καὶ περικαλύψαντες αὐτόν,+ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε;Verse 65Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.

Jesus Faces the Sanhedrin

Verse 66Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς+καὶ γραμματεῖς, καὶ+ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον+αὐτῶν, λέγοντες,Verse 67Εἰ σὺ εἶ ὁ Χριστός,+εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς,Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·Verse 68ἐὰν δὲ+καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ+μοι, ἢ ἀπολύσητε.Verse 69Ἀπὸ τοῦ+νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.Verse 70+Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη,Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.Verse 71Οἱ δὲ+εἶπον, Τί ἔτι+χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?