Tools
Commentary

Luke 21 — TCG

See Hebrew/Greek in BSB →

The Widow's Offering

21Verse 1Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας+τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους·Verse 2εἶδε δέ+τινα καὶ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ+δύο λεπτά,Verse 3καὶ εἶπεν,Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα+ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·Verse 4+ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα+τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς+ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.

Jesus Predicts the Destruction of the Temple

Verse 5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε,Verse 6Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ+λίθῳ, ὃς οὐ καταλυθήσεται.

Signs and Persecutions

Verse 7Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα+γίνεσθαι;Verse 8Ὁ δὲ εἶπε,Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες+ὅτι Ἐγώ εἰμι· καί, Ὁ καιρὸς ἤγγικε, μὴ+οὖν πορευθῆτε ὀπίσω αὐτῶν.Verse 9Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.Verse 10Τότε ἔλεγεν αὐτοῖς,Ἐγερθήσεται ἔθνος+ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν·Verse 11σεισμοί τε μεγάλοι+κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται,+φόβητρά τε καὶ+σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται.Verse 12Πρὸ δὲ τούτων+πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς+συναγωγὰς καὶ φυλακάς,+ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.Verse 13Ἀποβήσεται+δὲ ὑμῖν εἰς μαρτύριον.Verse 14+Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι·Verse 15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται+ἀντειπεῖν οὐδὲ ἀντιστῆναι+πάντες οἱ ἀντικείμενοι ὑμῖν.Verse 16Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ+συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν.Verse 17Καὶ ἔσεσθε+μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.Verse 18Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.Verse 19Ἐν τῇ ὑπομονῇ ὑμῶν+κτήσασθε τὰς ψυχὰς ὑμῶν.

The Destruction of Jerusalem

Verse 20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων+τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.Verse 21Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.Verse 22Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι, τοῦ+πλησθῆναι πάντα τὰ γεγραμμένα.Verse 23Οὐαὶ+δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται+γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ+ἐν τῷ λαῷ τούτῳ.Verse 24Καὶ πεσοῦνται στόματι+μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς+πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν,+ἄχρι πληρωθῶσι+καιροὶ ἐθνῶν.

The Coming of the Son of Man

Verse 25Καὶ+ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ,+ἠχούσης θαλάσσης καὶ σάλου,Verse 26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.Verse 27Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.Verse 28Ἀρχομένων δὲ τούτων+γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

The Lesson of the Fig Tree

Verse 29Καὶ εἶπε παραβολὴν αὐτοῖς,Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·Verse 30ὅταν+προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν+γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.Verse 31Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα+γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.Verse 32Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.Verse 33Ὁ οὐρανὸς καὶ ἡ γῆ+παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ+παρέλθωσι.

Watch Yourselves

Verse 34Προσέχετε δὲ ἑαυτοῖς, μήποτε+βαρηθῶσιν+ὑμῶν αἱ καρδίαι ἐν+κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ+αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη·Verse 35ὡς παγὶς+γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.Verse 36Ἀγρυπνεῖτε+οὖν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα+καταξιωθῆτε ἐκφυγεῖν+πάντα τὰ μέλλοντα+γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Verse 37Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων· τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.Verse 38Καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ+ἱερῷ ἀκούειν αὐτοῦ.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?