Luke 20 — TCG
The Authority of Jesus Questioned
20Verse 1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν+ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ+ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,Verse 2καὶ+εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;Verse 3Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς,Ἐρωτήσω ὑμᾶς κἀγὼ+ἕνα λόγον, καὶ εἴπατέ μοι·Verse 4Τὸ βάπτισμα+Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;Verse 5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ+τί οὐκ ἐπιστεύσατε αὐτῷ;Verse 6Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων,+πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν+Ἰωάννην προφήτην εἶναι.Verse 7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.Verse 8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.The Parable of the Vineyard Owner
Verse 9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην·+Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ+ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς·Verse 10καὶ+ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος+δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ+δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.Verse 11Καὶ προσέθετο+πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον+δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.Verse 12Καὶ προσέθετο+πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.Verse 13Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον+ἰδόντες ἐντραπήσονται.Verse 14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς+ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος·+δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.Verse 15Καὶ ἐκβαλόντες+αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;Verse 16Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.Ἀκούσαντες δὲ+εἶπον, Μὴ γένοιτο.Verse 17Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε,Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο,Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;Verse 18Πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.Verse 19Καὶ ἐζήτησαν οἱ+ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ+ἐφοβήθησαν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς+τὴν παραβολὴν ταύτην εἶπε.
The Question About Paying Taxes to Caesar
Verse 20Καὶ παρατηρήσαντες ἀπέστειλαν+ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου,+εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.Verse 21Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.Verse 22Ἔξεστιν+ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;Verse 23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς,+Τί με πειράζετε;Verse 24+Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;+Ἀποκριθέντες δὲ+εἶπον, Καίσαρος.Verse 25Ὁ δὲ εἶπεν+αὐτοῖς,+Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.Verse 26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι+αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.The Sadducees Ask About the Resurrection
Verse 27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ+ἀντιλέγοντες+ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,Verse 28λέγοντες, Διδάσκαλε,+Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος+ἀποθάνῃ, ἵνα+λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Verse 29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·Verse 30καὶ+ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.Verse 31Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν+ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά·+οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.Verse 32Ὕστερον+δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.Verse 33+Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν+γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.Verse 34Καὶ+ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ+ἐκγαμίσκονται·Verse 35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε+ἐκγαμίζονται·Verse 36+οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι+τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.Verse 37Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ+Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ+τὸν Θεὸν Ἰσαὰκ καὶ+τὸν Θεὸν Ἰακώβ.Verse 38Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.Verse 39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων+εἶπον, Διδάσκαλε, καλῶς εἶπας.Verse 40Οὐκέτι+δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.Whose Son Is the Christ?
Verse 41Εἶπε δὲ πρὸς αὐτούς,Πῶς λέγουσι τὸν Χριστὸν+υἱὸν Δαυὶδ εἶναι;Verse 42+Καὶ αὐτὸς+Δαυὶδ λέγει ἐν βίβλῳ+ψαλμῶν,Εἶπεν+ὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
Verse 43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Verse 44+Δαυὶδ οὖν+Κύριον αὐτὸν καλεῖ, καὶ πῶς+υἱὸς αὐτοῦ ἐστιν;