Luke 19 — TCG
Jesus Visits Zacchaeus
19Verse 1Καὶ εἰσελθὼν διήρχετο τὴν+Ἰεριχώ.Verse 2Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ+οὗτος ἦν πλούσιος.Verse 3Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.Verse 4Καὶ προδραμὼν+ἔμπροσθεν ἀνέβη ἐπὶ+συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι+ἐκείνης+ἔμελλε διέρχεσθαι.Verse 5Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς+εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν,Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.Verse 6Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.Verse 7Καὶ ἰδόντες+πάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.Verse 8Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ+ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε,+δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.Verse 9Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτιΣήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.Verse 10Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.The Parable of the Ten Minas
Verse 11Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς+αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.Verse 12Εἶπεν οὖν,Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.Verse 13Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς,+Πραγματεύσασθε+ἕως ἔρχομαι.Verse 14Οἱ δὲ+πολῖται αὐτοῦ+ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.Verse 15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν,+καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς+ἔδωκε τὸ ἀργύριον, ἵνα+γνῷ+τίς τί διεπραγματεύσατο.Verse 16Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου+προσειργάσατο δέκα μνᾶς.Verse 17Καὶ εἶπεν αὐτῷ,+Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.Verse 18Καὶ ἦλθεν ὁ δεύτερος, λέγων,+Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς.Verse 19Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ+γίνου ἐπάνω πέντε πόλεων.Verse 20Καὶ+ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·Verse 21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ+ἔσπειρας.Verse 22Λέγει+δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι+ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ+ἔσπειρα·Verse 23καὶ διὰ τί οὐκ ἔδωκας+τὸ ἀργύριόν μου ἐπὶ+τράπεζαν,+καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν+ἔπραξα αὐτό;Verse 24Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.Verse 25Καὶ+εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.Verse 26Λέγω+γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται+ἀπ᾽ αὐτοῦ.Verse 27Πλὴν τοὺς ἐχθρούς μου+ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε, καὶ+κατασφάξατε ἔμπροσθέν μου.The Triumphal Entry
Verse 28Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.Verse 29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς+Βηθσφαγὴ καὶ+Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν+αὐτοῦ,Verse 30+εἰπών,Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων+ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.Verse 31Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε+αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.Verse 32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν+αὐτοῖς.Verse 33Λυόντων δὲ αὐτῶν τὸν πῶλον,+εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;Verse 34Οἱ δὲ+εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.Verse 35Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ+ἐπιρρίψαντες+ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.Verse 36Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια+αὐτῶν ἐν τῇ ὁδῷ.Verse 37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν,+ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,Verse 38λέγοντες,Εὐλογημένος ὁ ἐρχόμενος
+βασιλεὺς ἐν ὀνόματι Κυρίου·
+εἰρήνη ἐν οὐρανῷ,
καὶ δόξα ἐν ὑψίστοις.Verse 39Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου+εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.Verse 40Καὶ ἀποκριθεὶς εἶπεν+αὐτοῖς,Λέγω ὑμῖν+ὅτι ἐὰν οὗτοι+σιωπήσωσιν, οἱ λίθοι+κεκράξονται.