Luke 1 — TCG
Dedication to Theophilus
1Verse 1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,Verse 2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,Verse 3ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,Verse 4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.Gabriel Announces John's Birth to Zechariah
Verse 5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου+τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ+ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς+Ἐλισάβετ.Verse 6Ἦσαν δὲ δίκαιοι ἀμφότεροι+ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.Verse 7Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι+ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.Verse 8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,Verse 9κατὰ τὸ ἔθος τῆς+ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.Verse 10Καὶ πᾶν τὸ πλῆθος+ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.Verse 11Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.Verse 12Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.Verse 13Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου+Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ+Ἰωάννην.Verse 14Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ+γεννήσει αὐτοῦ χαρήσονται.Verse 15Ἔσται γὰρ μέγας ἐνώπιον+τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.Verse 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·Verse 17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει+Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.Verse 18Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.Verse 19Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.Verse 20Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.Verse 21Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν· καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν+αὐτὸν ἐν τῷ ναῷ.Verse 22Ἐξελθὼν δὲ οὐκ+ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός.Verse 23Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.Verse 24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν+Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσαVerse 25ὅτι Οὕτω μοι πεποίηκεν+ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν+τὸ ὄνειδός μου ἐν ἀνθρώποις.Gabriel Announces Jesus' Birth to Mary
Verse 26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ+ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα+Ναζαρέτ,Verse 27πρὸς παρθένον+μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου+Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.Verse 28Καὶ εἰσελθὼν+ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε, Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ,+εὐλογημένη σὺ ἐν γυναιξίν.Verse 29Ἡ δὲ+ἰδοῦσα+διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.Verse 30Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.Verse 31Καὶ ἰδού,+συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.Verse 32Οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον+Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,Verse 33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.Verse 34Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς+ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ+γινώσκω;Verse 35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ+γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ.Verse 36Καὶ ἰδού,+Ἐλισάβετ ἡ+συγγενής σου, καὶ αὐτὴ+συνειληφυῖα υἱὸν ἐν+γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ.Verse 37Ὅτι οὐκ ἀδυνατήσει παρὰ+τῷ Θεῷ πᾶν ῥῆμα.Verse 38Εἶπε δὲ Μαριάμ, Ἰδού, ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.Mary Visits Elizabeth
Verse 39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν+ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα,Verse 40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν+Ἐλισάβετ.Verse 41Καὶ ἐγένετο ὡς ἤκουσεν+ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ+Ἐλισάβετ,Verse 42καὶ ἀνεφώνησε+φωνῇ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.Verse 43Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός+με;Verse 44Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε+τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.Verse 45Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.Mary's Song of Praise
Verse 46Καὶ εἶπε Μαριάμ,Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
Verse 47καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Verse 48Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Verse 49Ὅτι ἐποίησέ μοι+μεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
Verse 50Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς+γενεῶν
τοῖς φοβουμένοις αὐτόν.
Verse 51Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ·
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Verse 52Καθεῖλε δυνάστας ἀπὸ θρόνων,
καὶ ὕψωσε ταπεινούς.
Verse 53Πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Verse 54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
Verse 55καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ+εἰς τὸν αἰῶνα.Verse 56Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ+ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
The Birth of John the Baptist
Verse 57Τῇ δὲ+Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.Verse 58Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.Verse 59Καὶ ἐγένετο ἐν τῇ+ὀγδόῃ ἡμέρᾳ,+ἦλθον περιτεμεῖν τὸ παιδίον· καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.Verse 60Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται+Ἰωάννης.Verse 61Καὶ+εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν+ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.Verse 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι+αὐτόν.Verse 63Καὶ αἰτήσας πινακίδιον ἔγραψε, λέγων,+Ἰωάννης+ἐστὶ+τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.Verse 64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.Verse 65Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ+ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα.Verse 66Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;+Καὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.Zechariah's Prophecy
Verse 67Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου, καὶ+προεφήτευσε, λέγων,Verse 68Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ,ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Verse 69καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν
ἐν+τῷ οἴκῳ+Δαυὶδ+τοῦ παιδὸς αὐτοῦ—
Verse 70καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων+τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ—
Verse 71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν,
καὶ ἐκ χειρὸς πάντων τῶν+μισούντων ἡμᾶς·
Verse 72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Verse 73ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
τοῦ δοῦναι ἡμῖν,Verse 74
ἀφόβως, ἐκ χειρὸς+τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας,
λατρεύειν αὐτῷVerse 75
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ+πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Verse 76Καὶ+σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ+πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ·
Verse 77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
Verse 78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,
ἐν οἷς+ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Verse 79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.Verse 80Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.