See Hebrew/Greek in BSB →
The Parable of the Widow and the Unrighteous Judge
18Verse 1Ἔλεγε δὲκαὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτεπροσεύχεσθαι, καὶ μὴἐκκακεῖν,Verse 2λέγων,Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος·Verse 3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.Verse 4Καὶ οὐκἠθέλησεν ἐπὶ χρόνον· μετὰδὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι,καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι·Verse 5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένηὑποπιάζῃ με.Verse 6Εἶπε δὲ ὁ Κύριος,Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.Verse 7Ὁ δὲ Θεὸς οὐ μὴποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντωνπρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶμακροθυμῶν ἐπ᾽ αὐτοῖς;Verse 8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;The Parable of the Pharisee and the Tax Collector
Verse 9Εἶπεδὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·Verse 10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι·ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.Verse 11Ὁ Φαρισαῖος σταθεὶςπρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.Verse 12Νηστεύω δὶς τοῦ σαββάτου,ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.Verse 13Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺςεἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτενεἰς τὸ στῆθοςαὐτοῦ, λέγων, Ὁ Θεός,ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.Verse 14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.Let the Little Children Come to Me
Verse 15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται·ἰδόντες δὲ οἱ μαθηταὶἐπετίμησαν αὐτοῖς.Verse 16Ὁ δὲ Ἰησοῦςπροσκαλεσάμενος αὐτὰ εἶπεν,Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.Verse 17Ἀμὴν λέγω ὑμῖν, ὃςἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.The Rich Young Ruler
Verse 18Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;Verse 19Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς,Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.Verse 20Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρασου.Verse 21Ὁ δὲ εἶπε, Ταῦτα πάνταἐφυλαξάμην ἐκ νεότητόςμου.Verse 22Ἀκούσας δὲταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ,Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐνοὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.Verse 23Ὁ δὲ ἀκούσας ταῦτα περίλυποςἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.Verse 24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦςπερίλυπον γενόμενον εἶπε,Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντεςεἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.Verse 25Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰτρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.Verse 26Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;Verse 27Ὁ δὲ εἶπε,Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατάἐστι παρὰ τῷ Θεῷ.Verse 28Εἶπε δὲΠέτρος, Ἰδού, ἡμεῖςἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.Verse 29Ὁ δὲ εἶπεν αὐτοῖς,Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢγονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα,ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,Verse 30ὃςοὐ μὴἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.Jesus Predicts His Death and Resurrection a Third Time
Verse 31Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς,Ἰδού, ἀναβαίνομεν εἰςἹεροσόλυμα, καὶτελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.Verse 32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,Verse 33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.Verse 34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκἐγίνωσκον τὰ λεγόμενα.Jesus Heals a Blind Man
Verse 35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰςἸεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸνπροσαιτῶν·Verse 36ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴητοῦτο.Verse 37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.Verse 38Καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲΔαυίδ, ἐλέησόν με.Verse 39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνασιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, ΥἱὲΔαυίδ, ἐλέησόν με.Verse 40Σταθεὶς δὲὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,Verse 41λέγων,Τί σοι θέλεις ποιήσω;Ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.Verse 42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ,Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.Verse 43Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.