See Hebrew/Greek in BSB →
Temptations to Sin
17Verse 1Εἶπεδὲ πρὸς τοὺςμαθητάς,Ἀνένδεκτόν ἐστι τοῦμὴ ἐλθεῖν τὰ σκάνδαλα·οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται.Verse 2Λυσιτελεῖ αὐτῷ εἰμύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃἕνα τῶν μικρῶν τούτων.Verse 3Προσέχετε ἑαυτοῖς. Ἐὰνδὲ ἁμάρτῃεἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.Verse 4Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέραςἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκιςτῆς ἡμέραςἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.Increase Our Faith
Verse 5Καὶεἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.Verse 6Εἶπε δὲ ὁ Κύριος,Εἰἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.We Are Unworthy Servants
Verse 7Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦἐρεῖ εὐθέως, Παρελθὼνἀνάπεσε·Verse 8ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;Verse 9Μὴχάριν ἔχει τῷ δούλῳἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα;Οὐ δοκῶ.Verse 10Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν·ὅτι ὃὀφείλομεν ποιῆσαι πεποιήκαμεν.Jesus Cleanses Ten Lepers
Verse 11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαιαὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰμέσουΣαμαρείας καὶ Γαλιλαίας.Verse 12Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαναὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳἔστησαν πόρρωθεν·Verse 13καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς.Verse 14Καὶ ἰδὼν εἶπεν αὐτοῖς,Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι.Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.Verse 15Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν·Verse 16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦνΣαμαρείτης.Verse 17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;Verse 18Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;Verse 19Καὶ εἶπεν αὐτῷ,Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.The Coming of the Kingdom
Verse 20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν,Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·Verse 21οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ,Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.Verse 22Εἶπε δὲ πρὸς τοὺς μαθητάς,Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.Verse 23Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε.Verse 24Ὥσπερ γὰρ ἡ ἀστραπὴἡ ἀστράπτουσα ἐκ τῆςὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσταιὁ υἱὸς τοῦ ἀνθρώπουἐν τῇ ἡμέρᾳ αὐτοῦ.Verse 25Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.Verse 26Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραιςΝῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Verse 27Ἤσθιον, ἔπινον, ἐγάμουν,ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσενἅπαντας.Verse 28Ὁμοίωςκαὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·Verse 29ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσενἅπαντας·Verse 30κατὰταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.Verse 31Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐντῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.Verse 32Μνημονεύετε τῆς γυναικὸς Λώτ.Verse 33Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦσῶσαι ἀπολέσει αὐτήν·καὶ ὃς ἐὰνἀπολέσῃαὐτὴν ζῳογονήσει αὐτήν.Verse 34Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶἔσονται δύο ἐπὶκλίνης μιᾶς·εἷςπαραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.Verse 35Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό·μίαπαραληφθήσεται,καὶ ἡ ἑτέραἀφεθήσεται.Verse 37Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς,Ὅπου τὸ σῶμα, ἐκεῖσυναχθήσονται οἱ ἀετοί.